Τρίτη 22 Ιουλίου 2014

ΟΛΗ Η ΑΛΗΘΕΙΑ ΑΠΟ ΤΟΥΣ ΙΔΙΟΥΣ ΤΟΥΣ ΚΑΙΝΟΤΟΜΟΥΣ! (1ο ΜΕΡΟΣ)


Ἔφτασε εἰς τὰς χείρας μᾶς ἐπιτέλους ἕνα σπάνιο βιβλίο τοῦ ἔτους 1922. Εἰς τοῦτο ὁμολογοῦνται οἱ σκοποὶ τῶν καινοτόμων περὶ τῆς ἀλλαγῆς τοῦ ἡμερολογίου καὶ ὄχι μόνο. Πολλάκις ἔχουμε ἀναφέρει ὅτι τότε ἦταν εἰς τὰ σχέδιά τους καὶ αὕτη ἡ ἀλλαγὴ τοῦ Πασχαλίου, ὅμως λόγω τῆς ἀντιδράσεως τοῦ λαοῦ ἐματαιώθη ἡ ἀλλαγὴ ταύτη, ὅμως ὑπάρχει ἕως καὶ σήμερα εἰς τὰ σχέδιά τους.

Καὶ μόνο ὁ ὑπότιτλος αὐτοῦ φτάνει διὰ νὰ καταδείξει ὡς ἀληθεῖς  τοὺς λόγους μας:



ΔΙΑΡΡΥΘΜΙΣΙΣ ΤΟΥ ΙΟΥΛΙΑΚΟΥ ΗΜΕΡΟΛΟΓΙΟΥ ΑΛΛΑ ΚΑΙ ΜΟΝΙΜΟΠΟΙΗΣΙΣ ΤΟΥ ΘΕΙΟΥ ΠΑΣΧΑ

Ἃς δοῦμε μερικὰ σημεῖα:



Πρὸ ἡμερῶν  ἐδημοσιεύσαμε τὶς ἀποφάσεις τῶν Πατριαρχῶν διὰ τὴν ἡμερολογιακὴ καινοτομία. Ἐδῶ οἱ καινοτόμοι μας λέγουν ὅτι οἱ παλαιοὶ πατέρες εἶχαν ''ἐμμονὴ εἰς ἀπηρχαιωμένες σκέψεις''  (μήπως δὲν σᾶς θυμίζει τὰ λόγια τῶν σημερινῶν Οἰκουμενιστῶν καὶ Μεταπατερικῶν δῆθεν θεολογῶν;)! Μάλιστα πρέπει νὰ τεθῆ τέρμα εἰς τὴν  ''ἀταξία''???? λόγω χρήσεως διπλοῦ ἡμερολογίου (ἐννοοῦν πολιτικὸ καὶ ἐκκλησιαστικό) των ἄλλων χωρῶν! Τοῦτο βέβαια το ἀναφέρουν διότι ὅπως προαναφέραμε εἶχαν σκοπὸ (καὶ ἔχουν) τὴν υἱοθέτηση ἐξ΄ ὁλόκλήρου του Γρηγοριανοῦ (ἀλλαγὴ τοῦ Πασχαλίου), ποὺ τότε δὲν τὸ ἐπέτυχαν. Ἔτσι λόγω τῆς ἐν μέρει νίκης ἀλλὰ καὶ ἀποτυχίας τοὺς (λόγω ἀντιδράσεων) πάλι ἔχουν εἰς χρῆσιν διπλὸ ἡμερολόγιο, ἕνα διὰ τὶς κινητὲς καὶ ἕνα διὰ τὶς ἀκίνητες!




Ἐδῶ ἐπαληθεύονται τὰ λεγόμενά μας καὶ διὰ τὴν ἀλλαγὴ τοῦ Πασχαλίου Κανόνος! Τὸ φοβερὸν εἶναι ὅτι μᾶς λέγουν ὅτι ΔΕΝ ΑΠΑΓΟΡΕΥΕΤΑΙ ἡ μεταρρύθμισίς του!!! Μὴν ἀπορήσετε ἐὰν προβοῦν εἰς τὴν ἀλλαγὴν τοῦ λέγοντάς μᾶς τὰ ἴδια!!!

Τοὺς Πατέρες θὰ κοιτάξουμε σήμερα ἡ τὴν ἐπιστήμη καὶ τὰς ἀνάγκας τῆς κάθε ἐποχῆς; Ἄσχετα ἐὰν οἱ Πατέρες μᾶς λέγουν ὅτι ὁ Χριστιανισμὸς δὲν πρέπει νὰ μεταβάλλεται ἀνὰ τοὺς καιρούς! Λόγος περί του διατί ο χριστιανισμός δεν πρέπει να αλλάζει με τους καιρούς - Αγίου Θεοφάνους του Εγκλείστου





ΣΥΝΕΧΙΖΕΤΑΙ

Σιγίλλιον τοῦ Οἰκουμενικοῦ Πατριάρχου Ἱερεμίου (Β΄) καί τοῦ Πατριάρχου Ἀλεξανδρείας Σιλβέστρου πρός τούς Ὀρθοδόξους τῆς Μικρᾶς Ρωσίας, κατά τῆς παπικῆς περί τό ἡμερολόγιον καινοτομίας.


+Ἱερεμίας ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κων/πλεως νέας Ρώμης καί Οἰκουμενικός Πατριάρχης,

+Σίλβεστρος ἐλέῳ Θεοῦ πάπας καί πατριάρχης τῆς μεγάλης πόλεως Ἀλεξανδρείας καί κριτής τῆς Οἰκουμένης.

    Ἐνδοξότατε, ἐκλαμπρότατε, εὐσεβέστατε καί ὀρθοδοξότατε αὐθέντα καί δέσποτα Ὀστροβίας, ἀρχηγέ Λιτβανίας καί Κιοβίας καί κριτά Βλαδιμηρίας, καί οἱ λοιποί ὀρθοδοξότατοι καί εὐσεβέστατοι δεσπόται καί ἄρχοντες πάσης τῆς μικρᾶς Ρωσίας, υἱοί κατά πνεῦμα ἀγαπητοί τῆς ἡμῶν μετριότητος χάριν, ἔλεος, εἰρήνην, εὐλογίαν, ῥῶσιν, ψυχῆς τε καί σώματος, καί πᾶν εἴ τι ἄλλον ἀγαθόν καί σωτήριον παρά Θεοῦ Πατρός καί Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δοθῆναι τῇ δεσποτικῇ ὑμῶν καί παντί τῷ ὑφ' ὑμῶν χριστωνύμῳ πληρώματι εὐχόμεθα.

    Ἔφθασε καί εἰς τάς ἀκοάς τῆς ἡμῶν μετριότητος καί πάσης τῆς περί αὐτήν ἱερᾶς τῶν ἀρχιερέων συνόδου, ὅτι καί αὐτόθι τοῦ Χριστοῦ Ἐκκλησία τῇ αὐτοῦ προνοίᾳ καί χάριτι, μέχρι τοῦ νῦν διατηρουμένη ἀκύμαντος καί ἀστασίαστος, στάσεως οὐ μικρᾶς πρό ὀλίγου καί ταραχώδει συνεταράχθη συγχύσει. Τό δ' αἴτιον, ὅτι καί πάλιν ἐκκλησία τῆς πρεσβυτέρας Ρώμης, ὥστε ταῖς παραλόγοις καί ἀθέσμοις καινοτομίαις χαίρουσα, τοῖς περί αὐτήν ἀστρονόμοις ἀπερισκέπτως συνήνεσε, καί προφανῶς συγκεχώρηκεν. Ὡσάν τό μέν ἐπικρατῆσαν πασχάλιον τῶν χριστιανῶν εἰς οὐδέν λογισθείη ὡς σφαλερόν καί ἀβέβαιον, (ὅπερ μετά τῶν ἁγίων ἀπό τῆς ἐν Νικαίᾳ Συνόδου καί μέχρι τοῦ νῦν οἵ τε τῆς Νέας Ρώμης τῆς καθ' ἡμᾶς Ἀνατολικῆς Ἐκκλησίας ὑπήκοοι καί οἱ τῆς παλαιᾶς Ρώμης ἔστερξαν τε ἐκράτησαν, ὡς καρδίας θεωρηθέν καί παρ' ἁγίων καί θεοσόφων ἀνδρῶν τυπωθέν ἄριστα, εἰς κανόνιον θαυμάσιον), ἀντισαχθείη δέ παραὐτῶν ἄλλο νέον, ὡς αὐτοῖς δοκῇ, οὕτω πως βέλτιον. Οὗ δή γενομένου, τάς μέν ἑορτασίμους ἡμέρας συνέβη πάσας ἀνατραπῆναι, μάλιστα δέ τήν σεβασμίαν τε καί σωτήριον ἡμέραν τοῦ ἱεροῦ Πάσχα, ἡμᾶς δέ τούς εὐσεβεῖς καί Ὀρθοδόξους συγχύσεσι περιπεσεῖν καί ἀθυμίαις. Τοιγαροῦν, μετριότης ἡμῶν, χρέος ἔχουσα ἀπαραίτητον, τό ἐς ἀεί προνοῆσθαι καί ὑμῶν, ὡς λόγον τῷ Θεῷ ἀποδοσουσαν, διάσκεψαμένη συνοδικῶς, παρόντος καί τοῦ ἁγιωτάτου πατριάρχου Ἀλεξανδρείας τοῦ ἐν Ἁγίῳ Πνεύματι ἀδελφοῦ καί συλλειτουργοῦ, γράφοντος πρός ὑμᾶς καί ἐν Ἁγίῳ Πνεύματι, ὑφηγεῖται καί διατάττεται:
    ἵνα γινώσκητε καί ὁμολογῆτε, μηδέν ἀνεχόμενοι, ὡς οὐκ ἔστιν ἀσύστατον τό παρ' ἡμῖν παλαιόν Πασχάλιον καί Ἑορτολόγιον ἀλλά καί ἀκόλουθον τοῖς ὁρισθεῖσι παρά τῶν ἐν Νικαίᾳ ἁγίων ἀνδρῶν, καί ἀκριβῶς ἐξετασθέν παρά θεοσόφων ἁγίων ἀνδρῶν, ἐσκεμμένων τε καί ἐπιστημόνων, τοῖς εὐσεβέσι ἐκδέδοται τυπωθέν· καί οὐδέποτε ἀθετηθέντος, ἔς ἀεί διαμένῃ φιλάττον τήν τάξιν ἥν ἔλαχεν, τεσσάρων γάρ ὄντων τῶν τοῦ Πάσχα διορισμῶν, ὥς ἐν αὐτῷ τῷ κανονίῳ πλατύτερον γνώσεσθε, μετ' ἐπιμελείας αὐτό σκεπτόμενοι.
    Ὁ πρῶτος (ὅρος) ἐντέλεται, ὅτι δεῖ μετά ἰσημερίαν ἐαρινήν τό Πάσχα ἐπιτελεῖν δεύτερος (ὅρος), ὅτι οὐ τήν αὐτήν ἡμέραν τῆς ἰουδαϊκῆς τελετῆς, τρίτος, ὅτι οὐ αὐτήν μετά ἰσημερίαν (μόνον) ἀλλά τήν πρώτην μετά ἰσημερίαν πανσέληνον, δέ γε τέταρτος, ὅτι καί τῇ μετά τήν ἰσημερίαν πανσέληνον .... τῆς ἑβδομάδος πρώτῃ (ἡμέρᾳ Κυριακῇ).
     Ὅθεν ὅλως μηδείς νομισάτω, ὅτι διέλαθε τῶν παναρίστων ἐκείνων Πατέρων καί διδασκάλων ἡμῶν τό δοκοῦν τοῦτο λάθος, ἵνα παρά τοῖς νῦν ἀστρονόμοις τύχῃ βελτίονος διορθώσεως. Καί γάρ ἐκεῖνοι διά τῷ καλούς καί ἐπιστήμονας εἰδέναι ταῦτα, ὡς πάσης σοφίας καί μαθηματικῆς ἐπιστήμης ἔμπλεοι, καί βίον ἔσχον θεόληπτον καί ἀνθρώπινον καί τήν ἀρετήν δίκην ἡλίου διαλάμπουσαν, καί τόν τῆς ψυχῆς αὐτῶν ὀφθαλμόν ἐπιφωτίζουσαν.
    Τούτων οὖν οὕτως ἐχόντων καί καλῶς παρά τῶν ἁγίων θεωρηθέντων καί τεθέντων, ὄντως ὑπέρ τοῦ δέοντος καί τῆς ἀληθείας ἀφηρέθησαν αἱ δέκα ἡμέραι τοῦ Ὀκτωβρίου μηνός παρά τῶν ἀστρονόμων τῆς Παλαιᾶς 'Ρώμης, ἀρξαμένοις διακρῖναι ἀπό τῆς μετά Νίκαιαν γενομένης (καθάπερ εἴρηται διασκέψεως, καί τοῦτο γάρ πρός τοῖς ἄλλοις παλαιά 'Ρώμη κατετόλμησε τήν ἀφαίρεσιν τῶν δέκα ἡμερῶν ποιήσασα, μᾶλλον ἀπό τήν μετά σκέψεως πνευματεμφόρου ἀποφανθείσης ἀσφαλοῦς τάξεως σύγχυσιν, ἐν ἑαυτῷ περιέχει τήν ἀνατροπήν, ἀναλογιζόμενόν τε καί ἀναθεωρούμενον.
    Εἰ γάρ δι' ὅλων 1134 ἐν δέκα αὐτῶν, νυχθήμερον ἕν πλῆρες συνάγεται, ὥς δοκεῖ τι οὐδέν αὐτῶν, εὔδηλον πάντως, ὅτι ἀπό τῆς πρώτης συνόδου μέχρι τοῦ νῦν ὄντων ἐτῶν 1265, τριακοσίων δέκα καί ὀκτώ πρό αὐτῆς παρεληληθότων ἀπό τῆς Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν γεννήσεως ἡμέρας, μόνον ἐννέα καί ὥρας δέκα σύν στιγμαῖς λ καί δ (34 λεπτά), συμποσούμεναι καθεστήκασι καί τῷ ούδέν. Εἰ δέ πάλιν δι' ὅλων μόνων ρ καίκ (120) χρόνων ὡς .... αὐτῶν ἔδοξεν, νυχθήμερον ὁλόκληρον γίγνεται, ἡμέραι πλήρεις δέκα συνάζονται καί ὧραι δεκατρεῖς. Αἱ δέ τοιαῦται ἀναμετρήσεις, ἀμφότεραι οὐ καθ' ἑαυτάς μόνον εὑρίσκονται στασιάζουσαι, ὡς ἀλλήλαις ἀντικείμεναι, ἡμῶν ἔλαττον μέν τῶν δέκα ἡμερῶν, ἡ δέ πλεονάζουσα ἀλλά καί τούς περί τήν μαθηματικήν καί ἀστροθεάμονα ἐπιστήμην δεινούς, τόν μέγα φημί, Πτολεμαῖον καί τούς ἄλλους ἐσφαλμένον εὑρίσκοντες, θεωρούμεναι καί ποσούμεναι. Ἐν τριάκοντα γάρ ἔτεσιν ἐκεῖνος ὅλον νυχθήμερον ἕν συνάγεται καί ἀποφαίνεται καί τοῦτο οὐκ ἀπό τῆς τοῦ ἡλίου κινήσεως, (ὁμαλήν γάρ ἐκεῖνος ποιεῖται τήν κίνησιν καί ἀπαρέκλιτον), γίγνεσθαι, ἀλλά παρά τήν τῶν ἐνιαυσιέων ἡμερῶν ἀπαρίθμησιν.
Ὥστε κατ' αὐτόν τόν πρῶτον καί δεινόν περί τά μετέωρα φροντιστήν ἡμέραι 4 καί ὧραι 5 καί στιγμαί 12 συναθροίζονται, ἀπό τῆς ἐν Νίκαιαν συγκροτηθείσης Πρώτης Συνόδου. Τούτου τοίνοιν οὕτως ἔχοντος οὐ μόνον τε ὥς καί ἄλλοτε ἡ ἐκκλησία τῆς Παλαιᾶς Ρώμης οὐδεμιᾶς θεαρέστου σωτηριώδους ὠφελείας φαίνεται πρόξενος, καινοτομοῦσαν καί τῶν καλῶς ἐχόντων καταφονοῦσα καί παραβλέπουσα, ἀλλά καί πάσης συγχύσεως καί ἀκαταστασίας σκοτόμαιναν διεγείρει. Ἔνθεν κακεῖθεν ἀμβλυωποῦσα καί περινοστοῦσα δίκην στροφάλιγγος. Ἐπιλείψει διηγουμένους ἡμᾶς ὁ χρόνος, ἅτινα διά τό μάκρος καί ὅτι δῆλα παντί τῷ νοεῖν ἔχοντι τά λατίνοις καινοτομηθέντα. Τό γε νῦν ἔχον ἀφιέμεθα. Τοῦτο καί μόνον προσέτι λέγοντες, τοῦ χριστιανικοῦ πάσχα καί τῆς λοιπῆς τῶν ἑορτασίμων ἡμερῶν παρατηρήσεως ὑπερ- απολογούμενοι. Ὅτι οὐκ ἔξεστιν μεταποιεῖν τήν καλῶς καί θεοσόφως παρά τῶν ἁγίων ἀνδρῶν γεγονυῖαν τάξιν καί ὁροθέτησιν περί τοῦ πάσχα καί τῶν λοιπῶν κατασφαλιζομένην τῷ θείῳ κανόνι.
      Πρῶτον μέν παρά τῶν σεπτῶν καί ἁγίων ἀποστόλων ἐγράφη καί κανονικῶς κηρύττομεν. Εἰ τά παρά τῆς Πρώτης Οἰκουμενικης καί Ἁγίας Συνόδου συζητηθεῖσαν καί ἀποφανθεῖσαν καί καθ' ἑξῆς ὑπό τῶν λοιπῶν ἁγίων ἀνδρῶν
διερευνηθεῖσαν, τυπωθεῖσαν τε καί διελθοῦσαν εἰς κανόνιον κάλλιστον καί θαυμάσιον καί διατηρηθεῖσαν ὥς εἴρηται χρόνῳ μακρῷ παρά τε τῆς Παλαιᾶς καί Νέας Ρώμης καί τῆς ἀληθείας αὐτῆς. Εἰ γάρ ταῖς τῶν θεολόγων γνώμαις καί ἀποφάσεσι παρ' αὐτῶν ταῦτα ἐδιορθώθησαν, εἶχεν ἄν τό ζητούμενον λόγον.           Ἐπεί δέ τῇ τῶν ἔξω σοφῶν γνώμῃ ἀπερισκέπτως αὐτά ἐξετάζοντες καί παραλογιζόμενοι τοῖς θείοις μυστηρίοις τῆς ἀκραιφνοῦς ἡμῶν πίστεως, σύνοδος τ ... πηγήν αὐτούς εἶναι πάσης τέχνης καί ἐπιστήμης σφετεριζόμενοι ὥς αὐτοῖς μόνοις δοκεῖν περί τήν ἀστροθεάμονα τέχνην ἀσχάλειν (ἴσως ἄν ἤσχοληκέναι) καί μέχρι τῆς περί τά μετέωρα λεπτῆς διασκέψεως καί κατανοήσεως πεφθακέναι, αὐτοκάρβανοι (;) ὡροσκόποι, ἀναφανέντες καί πάντας τούς περί τά τοιαῦτα μεγίστους, Πτολεμαῖον καί τούς ἄλλους περιφρονοῦντες καί τούς καθ' ἡμᾶς θεολόγους. Οὐχ ἵνα τά τῆς χριστιανικῆς καταστάσεως καί παραδόσεως ἡμῶν μυστήρια στηρίξωσι καί κρατίνωσιν (ὡς λέγουσιν αὐτοί μυθολογοῦντες καί διαπλάττοντες), ἀλλ' ἵνα μέγα τι ποιοῦντες δόξωσι τοῖς ἀνθρώποις, διά τήν ὑπέρογκον αὐτῶν δόξαν καί οἴησιν μή αἰσχυνόμενοι ἐν ταῖς ἀθέσμοις καί παραλόγοις καινοτομίαις αὐτῶν μετά λήρους παρσύροντες τούς ἡμετέρους τῶν θεολόγων, (ὅτε δεήσειεν), εἰς τό ἑαυτῶν συστήσασθαι θέλημα, ὡς καί ἐν τῇ τοῦ παλαιοῦ καί ζωοποιοῦ πνεύματος πεποιήκασι, καί ἐν ἄλλοις πολλοῖς τοῖς ἔξω καί πέραν τῆς θεολογικῆς γνώμης καί τῆς ἐκκλησιαστικῆς ἡμῶν παραδόσεως γενομένης. Καί πάντας ἀναφανδόν πάσῃ τῇ τάξει καί τοῖς θείοις καί θεοπνεύστοις δόγμασι τῆς καθ' ἡμῶν ἁγίας ἐκκλησίας καί καθολικῆς συνόδου. Διά τοι τοῦτο κατάπτυστος καί ἐρεσχελίας πάσης ἀνάμεστος ἥ τε συζήτησις αὐτῶν καί ἡ πάσης ἀτασθαλίας καί ἀκαταστασίας πλήρης παρ' αὐτῶν γενομένη ἀπόφασις.
    Μένετε τοιγαροῦν πάντες ὑμεῖς οἱ εὐσεβεῖς καί ὀρθόδοξοι, ἐνστερνιζόμενοι καί περπτυσσόμενοι, ἅ παρελάβετε παρά τε τῶν σοφῶν ἀποστόλων καί τῶν λοιπῶν ἁγίων ἀνδρῶν.
          Διακατέχοντες ἀσφαλῶς τό ἐπικρατῆσαν περί τε τοῦ πάσχα κανόνιον καί τῶν λοιπῶν ἑορτασίμων ἡμερῶν, ὀφείλοντες διακρατεῖν αὐτό καί ἑορτάζειν χριστιανικῶς ὡς ἐπεκράτησε.
  Νεωτερισμοῖς καί καινοτομίαις τά ἐκείνων μή προσανέχοντες ὡς στάσεως ὅτι πλείστης καί παραβάσεως προφανοῦς τῆς τοῦ θείου τῶν δέκα (ἡμερῶν) διδασκαλίαις πρόξενα. Καλῶς γιγνώσκοντες ὅτι νῦν συντομίᾳ χρώμενοι, ταῦτα ὑμῖν ἐπιπέμπομεν ζητήσασιν ἐν καιρῷ τῷ προσήκοντι ἵνα μή τις παρακούσῃ.+


(Χειρόγραφα Ἐθνικῆς Βιβλιοθήκης Αρ. 2346-2347)



ΠΗΓΗ: π. Νικολάου Δημαρᾶ Dr.Jur.«Ἃγιοι Κολλυβάδες» Φθινόπωρο -Χειμώνας 2013