Τετάρτη 6 Νοεμβρίου 2013

Η ΑΛΗΘΗΣ ΟΡΘΟΔΟΞΟΣ ΘΕΟΛΟΓΙΑ

ΘΕΟΛΟΓΙΑ ἐστὶ τὸ περὶ Θεοῦ λέγειν, ὅπερ μέγα. «ὅρος γὰρ ἐστιν ἀναντες (ἀποτομως ἀνηφορικὸν) ὡς ἀληθῶς δυσπρόσιτον ἡ Θεολογία»
(Γρηγορίου Νύσσης, PG. 44, 373). Ἐπειδὴ «δυσθήρατος ἐστιν ὅ της ἀληθείας λόγος» (Μ. Βασιλείου, PG. 31, 200), «ἐπικίνδυνον ἐστιν οὐ μόνον τοῖς ἁγνοούσιν, ἀλλὰ καὶ τοῖς ἐπισταμένοις τὸ περὶ πίστεως λαλεῖν» (Ἀναστασίου Σιναίτου, PG. 89, 768). Διὸ «οὐ παντός… το περὶ Θεοῦ φιλοσοφεῖν , οὐ παντὸς» (Γρηγορίου Θεολόγου, PG. 36, 13).
Ὁ Χριστὸς ἐστιν «ὁ μόνος καὶ Θεὸς καὶ θεολόγος» (Γρηγορίου Παλαμᾶ, 1, 122). Ούτος «Θεὸς ὧν προαιώνιος δὶ’ ἠμᾶς καὶ θεολόγος ἐγεγόνει…ὅς, διὰ τοῦτο εἰς τὸν κόσμον ἦλθεν, ἴνα μαρτυρήσει τὴ ἀληθεία» (τοῦ αὐτοῦ, 1, 26).
Ὁ Χριστὸς ἐστιν «ὁ μόνος δοτὴρ καὶ φύλαξ τῆς ἀληθινῆς Θεολογίας καὶ τῶν κατ’ αὐτὴν δογμάτων καὶ ρημάτων» (τοῦ αὐτοῦ, 1, 25). Κατά μετοχήν δε τοῦ Κυρίου , θεολόγος γίνεται «καὶ πᾶς ὧν ἐκ τῆς ἀληθείας καὶ ταύτην ἐν ἀληθεία ζητῶν» (τοῦ αὐτοῦ, 1, 26), ὡς οἱ θεόπνευστοι Ἀπόστολοι καὶ Προφῆται, οἱ θεοφόροι Πατέρες, καὶ γενικῶς πάντες οἱ ἐν Ἁγίω Πνεύματι περὶ Θεοῦ λαλήλασαντες Ἅγιοι. Ἡ ἀληθὴς Θεολογία φέρεται πρὸς ἠμᾶς, ὠς «ἀνατολὴ ἐξ΄ ὕψους» (Λουκ. α΄ 78), παρὰ Θεοῦ διὰ τῶν Ἁγίων. Οὔτοι «οἱ θεοσοφοὶ θεολόγοι θεοχαρίστως τὲ ἐδιδάχθησαν καὶ θεομιμήτως ἠμᾶς ἐδίδαξαν» (Γρηγορίου Παλαμᾶ, 1, 258) τὴν Θεολογίαν τῆς Ὀρθοδοξίας.
Ἡ Θεολογία μυστήριον ἐστιν ὑπὲρ τὰ ὀρώμενα, καὶ κατὰ τὰ ἀφράστως νοούμενα. Διὸ «ἄλλο Θεολογίας ἐστὶ μυστήριον, καὶ ἄλλη τῶν ρευστῶν σωμάτων φυσιολογία» (Γρηγορίου Νύσσης, PG. 45, 625).  Επίσης, «ἕτερον…θωρία Θεολογίας» (Γρηγορίου Παλαμᾶ, 1, 582). Θωρία ἐστὶν ἡ μετὰ Θεοῦ ἕνωσις και ανάκρασις «πρὸς Αὐτόν, διὰ τῆς κατὰ τὴν ζωὴν καθαρότητος» (Γρηγορίου Νύσσης, PG. 44, 1273), ἤγουν ἡ κατὰ Χάριν θέωσις. Δηλαδή, οὐχὶ ἡ της «φύσεως μείωσις, ἢ μετάστασις», ἂλλ’ ἡ ἐν Χριστὼ «ἐπὶ τὸ κρεῖττον ὕψωσις» (Ἀναστασίου Σιναίτου, PG. 89, 77) εἰς τὴν ὑπὲρ αἴσθησιν καὶ ὑπὲρ λόγον καὶ νοῦν ἐν τῷ Θεῶ ζωήν. Ἐκεῖ ἡ ἀπάθεια καὶ «τὸ τὰ θεία πάσχειν καὶ ὁρᾶν» (Γρηγορίου Παλαμᾶ, 1, 561)  πνευματικῶς, ἐκεῖ το ὑπὲρ τὸ αἰσθητόν «νοητὸν φῶς» (τοῦ αὐτοῦ, 1, 412),  καὶ ἡ ὑπὲρ νοῦν καὶ γνῶσιν γνῶσις τῶν ἀρρήτων καὶ ἀφθέγγτων, ἃ ἴσασιν οἱ πείρα λαβόντες. Ἡ Θεολογία ὑπηρετεῖται διὰ τοῦ ἀνθρωπίνου λόγου, καὶ ἐστι λόγος περὶ Θεοῦ ἐκ τῆς Χάριτος τῆς θεωρίας παρεχόμενος (αὐτόθι).
Ἀληθὴς θεολόγος γίνεται ὁ ἐν καθάρσει ἀναγόμενος ἐκ τοῦ γράμματος τοῦ λόγου τῆς Γραφῆς καὶ τῶν Πατέρων εἰς τὸ ὀρθόδοξον πνεῦμα, ἤγουν τὸν ὀρθὸν νοῦν ἢ νόημα τοῦ γράμματος. Καί, ἀκολούθως, ἐκ τοῦ πνεύματος τοῦ γράμματος ἀνυψούμενος εἰς τὸ Πνεῦμα τῆς θεωρίας, ἤγουν εἰς τὴν θεοποιὸν Χάριν, ἔνθα ἡ ἔλλαμψις καὶ «πᾶν δώρημα τέλειον ἄνωθεν» καταβαίνον (Ἰακ. A΄ 17). Τότε, ὁ θεολόγος διὰ τῆς Χάριτος νοεῖ τὸ ἀληθὲς πνεῦμα τοῦ γράμματος, χρησιμοποιεῖ τὸ γράμμα ὀρθῶς, καὶ θεολογεῖ καθολικῶς. Δηλαδή, καὶ ἐν τῷ πνεύματι καὶ ἐν τῷ γράμματι τῶν Ἁγίων, ὅπερ ἐστὶν ὀρθοδόξως. Διὸ «οὐδεμίαν…λέξιν ἢ κὰθ΄ ἠμᾶς Θεολογία φέρει μὴ διὰ θείας ἀποκαλύψεως τὴν ἀρχὴν ἐκπεφασμένην (εἰρημένην)» (Γρηγορίου Παλαμᾶ, 1, 130). Η δὲ ΣΤ΄ Οἰκουμενικὴ Σύνοδος, δὰ τοῦ Ὄρου αὐτῆς, ἀπειλεῖ μὲ ἐπτωσιν ἐπισκόπου καὶ κληρικοῦ ἀναθεματισμὸν μονάζοντος καὶ λαικοῦ, ἐὰν εἷς τα περὶ πίστεως τολμήσουν καινοτομίαν, ἤτοι λέξεως ἐφεύρεσιν.
Κατὰ ταῦτα, οὐκ ἐστιν «ἀσφαλὲς ὁμιλεῖν περὶ Θεοῦ τους μὴ ὁμιλεῖν εἰδότας Θεῶ» (Γρηγορίου Παλαμᾶ, 1, 248). Διὸ πολλοὶ ὀρθόδοξοι ἐξέστησαν τῆς Ὀρθοδόξου Θεολογίας. 
Ὁ δὲ ἅγιος Νεῖλος ὁ Ἀσκητὴς συμβουλεύει:
«εἰ θεολόγος εἰ, προσεύξου ἀληθῶς», ἠγοῦν ἐν θεωρία τῆς Χάριτος. «Καὶ εἰ ἀληθῶς προσευχή, θεολόγος εἰ» (Φιλοκαλία, 1, 182). Προσεύχεται δε αληθώς ο θεολόγος, ὅστις μελετᾶ διαρκῶς τὸν λόγον τῶν Ἁγίων, ἀκολουθεῖ εὐλαβῶς τοὺς Πατέρας κατὰ πάντα, μέχρι καὶ τῶν λέξεων, καὶ καθαίρει ἐαυτὸν γνώμην, ἔργω καὶ προαιρέσει.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου