Παρασκευή 5 Δεκεμβρίου 2025

ΠΕΡΙ ΤΩΝ ΜΑΓΩΝ (IΣΤ΄)

 

ς)  δὲ Θεολόγος Γρηγόριος θαυμάζει μὲν στὸ φῶς ἐκεῖνο, καὶ τὸ κάλλος τοῦ προδραμόντος ἀστέρος ἐπὶ Βηθλεέμ, ἵνα καὶ μάγους ὁδηγήσῃ καὶ δορυφορήσῃ τὸ ὑπὲρ ἡμᾶς φῶς μεθ ̓ ἡμῶν γενόμενον»[1]. Παραβάλλων δὲ πρὸς τοῦτον καὶ τοὺς τῶν  ̔Ελλήνων ἀστερισμούς, τὸν  ̓Αριάδνης στέφανον καὶ τὸν Βερονίκης πλόκαμον καὶ Κύκνον καὶ Ταῦρον, καὶ τὸν Αἰγόκερων καὶ τὰς ἄλλας μυθολογικὰς άστερωνυμίας, εἰς ὅσας ἐκόμπαζεν ὁ μισόχριστος Ιουλιανός «ποὺ δὲ (λέγει πρὸς τοῦτον) ποῦ σὺ ἔχεις τὴν ἐπὶ Βηθλεέμ δραμόντα πρότερον ἐκ τῆς ἑῴας ἀστέρα, τὸν ὁδηγὸν τῶν σῶν μάγων (ὧν δηλαδή σύ τιμᾶς τὰς μαγείας) καὶ πρόξενον; ἐκεῖνος τὴν Χριστοῦ παρουσίαν ἐδήλωσεν ὁ ἀστήρ»[2]. Καὶ πάλιν «Διὰ τοῦτο ὁ ἀστὴρ ἡγούμενος καὶ μάγοι προσπίπτοντες καὶ δωροφοροῦντες, ἵν ̓ εἰδωλολατρεία καταλυθῆ»[3]. Ἐν δὲ τοῖς Απορρήτοις ἡ ἐπικὴ τοῦ Θεολόγου Μούσα πῶς ἐζωγράφησε τὸν ἀστέρα; Οὗτος (ἔφη),


«Χριστοίο μέγα κλέος, ἄγγελος ἀστὴρ
Ανατολίηθε μάγοισιν ἐπὶ πτόλιος ἡγεμονεύσας,.
Ἔνθα Χριστὸς ἔλαμψε βροτοῦ γόνος, ἄχρονος υἱός.
Οὐ γὰρ τῶν τις ἔην (ὁ ἀστήρ), όσσων φραστῆρες ἔασσιν
Αστρολόγοι· ξεῖνος δὲ καὶ οὐ πάρος ἐξεφαάνθη.
Εβραϊκήσι βίβλοισιν 
ρώμενος[4], τον από παίδες
Χαλδαίων προμαθόντες, ὅσοις βίος αστροπολεύειν,
Μοῦνον ἀπὸ πλειόνων θηεύμενοι, οὓς ἐδόκευον,
Ἀρτιφκῆ τροχάοντα κατ' ἠέρος ἀνατολίηθεν
Εβραίων ἐπὶ γαὶαν, ἐτεκμήραντο άνακτα 
Τῆμος, ὅτ' ἀστρολόγοισιν ὁμοῦ πέσε μήδεα τέχνης,
Αστρολόγων τὸν ἄνακτα σὺν οὐρανίοισι σεβόντων
[5].

Ζ) Καὶ ὁ θεῖος Χρυσόστομος «Οὐ τῶν πολλῶν (λέγει) εἷς ὁ ἀστὴρ οὗτος ἦν μᾶλλον δὲ οὐδὲ ἀστὴρ, ὡς ἔμοι γε δοκεῖ, ἀλλὰ δύναμις τις ἀόρατος εἰς ταύτην μετασχηματισθεῖσα τὴν ὄψιν. Πρῶτον ἀπὸ τῆς πορείας αὐτῆς δήλον. Οὐ γάρ ἔστιν, οὐκ ἔστιν ἀστήρ τις ταύτην βαδίζων τὴν ὁδόν, ἀλλὰ καν ἥλιον εἴπης, κἂν σελήνην, καν τοὺς ἄλλους ἅπαντας ἀστέρας, ἐξ ἀνατολῶν ἐπὶ δύσιν ὁρῶμεν χωροῦντας. Οὗτος δὲ ἀπὸ ἄρκτου πρὸς μεσημβρίαν ἐφέρετο· οὕτω γὰρ ἡ Παλαιστίνη πρὸς τὴν Περσίδα κεῖται. Δεύτερον καὶ ἀπὸ τοῦ καιροῦ τοῦτό ἐστιν ἰδεῖν. Οὐ γὰρ ἐν νυκτὶ φαίνεται, ἀλλ ̓ ἐν ἡμέρᾳ μέση, λάμποντος ἡλίου[6]· ὅπερ οὐκ ἔστι δυνάμεως ἀστέρος, ἀλλ ̓ οὐδὲ σελήνης· ἡ γὰρ (σελήνη) τοσούτον πάντων ὑπερέχουσα τῶν ἀστέρων, τῆς ἡλιακῆς ἀκτῖνος φανείσης, κρύπτεται εὐθέως καὶ ἀφανίζεται. Ο τὰς δὲ τῇ τῆς οἰκείας λαμπρότητος ὑπερβολῇ καὶ τὰς ἀκτῖνας ἐνίκησε τὰς ἡλιακάς, φανώτερος ἐκείνων φανείς, καὶ ἐν τοσούτῳ φωτὶ μείζων λάμψας. Τρίτον ἀπὸ τοῦ φαίνεσθαι καὶ πάλιν κρύπτεσθαι. Τέταρτον ἀπὸ τοῦ τρόπου τῆς δείξεως· οὐ γὰρ ἄνω μένων τὸν τόπον ἐδείκνυ, ἀλλὰ κάτω καταβὰς τοῦτο ἐποίει, ὅπερ οὖν καὶ ὁ Εὐαγγελιστὴς αἰνιττόμενος ἔλεγεν «ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον»[7].
Η) Ὠσαύτως καὶ ὁ Νύσσης Γρηγόριος ἐλάλησε περὶ τοῦ καινοῦ ἀστέρος, «ὃς παρὰ τὴν τῶν λοιπῶν ἀστέρων φύσιν μόνος καὶ κινήσεως μετέσχε καὶ στάσεως πρὸς τὴν χρείαν ἑκατέρων τούτων μεταβαίνων· τῶν γὰρ λοιπῶν ἀστέρων, τῶν μὲν ἅπαξ καταπεπηγότων τῇ ἀπλανεῖ σφαίρᾳ καὶ ἀκίνητον εἰληχότων τὴν στάσιν, τῶν δὲ μὴ παυομένων τῆς κινήσεως, οὗτος καὶ κινεῖται προηγούμενος τῶν μάγων, καὶ ἵσταται καταμηνύων τὸν τόπον»[8].
Θ) «Φωτεινότατον τῶν μάγων ὁδηγὸν» ἐπωνόμασε θαυμάζων καὶ ὁ μακάριος Επιφάνιος[9].

 


[1] Γρηγόρ. Ναζ. Λόγ. μ. Τόμ. α. σελ. 640. Colοn. 4690.

[2] Γρηγόρ. Λόγ, δ, σελ. 142.

[3] Αὐτ. Λόγ. α. σελ. 42.

[4] Από Αριθμ. κβ΄, ὅπου τοῦ Βαλαάμ, ή προφητεία

[5] Απορρήτ. Ε, σελ. 168, Τόμ. 2.

[6] Ταύτην τὴν καὶ ἐν μέσῃ ἡμέρᾳ φάσιν τοῦ καινοῦ καὶ ὑπερλαμποῦς ἀστέρος, ἣν ὑπαινίττεται μὲν ἀνωτέρω καὶ ὁ Ἰσαπόστολος Ιγνάτιος, μαρτυρεῖ δὲ μετ' ἄλ λων Πατέρων καὶ ὁ ἱερὸς Θεοφύλακτος οὐ πάνυ τοι σοφῶς ὁ προμνημονευθείς (σελ. 388) Μύντερος μῦθον ἐπεφώνησε, μνημονεύων ἀρχαίου τινὸς Σχολίου συνῳδὰ τῷ Χρυσορρήμονι λέγοντος, «Ἐκ τούτου δὲ δῆλον, ὅτι οὐκ ἦν ἐκ τῶν συνήθων ὁ ἀστήρ, ὅτι καὶ ἐν ἡμέρᾳ ἐφαίνετο».  ̓Αλλὰ καὶ ἄλλα τινὰ τῆς σοφίας αὐτοῦ ἀνάξια παρεφθέγξατο ὁ κλεινὸς ἐπίσκοπος τὴν τοῦ κόσμου τούτου σοφίαν τῆς φωτεινῆς τοσούτων καὶ τοιούτων Πατέρων τῆς Ἐκκλησίας δόξης προελόμενος, καὶ οὐδ ̓ αὐτὰ τὰ θεόχρηστα τοῦ Εὐαγγελίου ῥήματα ταῖς ἐπινοίαις αὐτοῦ ἄντικρυς ἀνθιστάμενα πολλαχοῦ δυσωπούμενος. Σημ. έκδ.

[7] Χρυσόστομ. εἰς Ματθ. Όμιλος. σελ. 87, 88. Τόμ. ζ.

[8] Γρηγ. Νύσι Λόγ. εἰς τὴν Χριστ. γέν. σελ. 343.

[9] Επιφ. Αἱρέσ. λ. καὶ Ἐγκωμ. εἰς Θεοτόκ. Τόμ. 2. σελ. 299.




 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου