«δένδρον εἴη
πάντως κακὸν τοῦ πασχαλίου αὕτη ἡ λεγομένη διόρθωσις·.... τὰ τοῦ πασχαλίου δὲ παραχαράττειν, μυρίων
κακῶν γέγονεν αἴτιον. Ἐκκλησίαις μὲν γὰρ ἤνεγκε ζάλην καὶ ταραχήν, Ἐθνῶν δὲ
χλεύην, αἰσχύνην Πατέρων, παίδων ἀνατροπὴν καὶ πλάνην, ὕστατόν τε στάσιν, καὶ
πρὸς ἰουδαϊσμὸν, ὅτι πλείστην ἐγγύτατα· Τοσούτων ἐνθάδε σκανδάλων
αὐτοὶ γενόμενοι αἴτιοι καὶ αὐτουργοί; Πῶς ποτὲ πλησιάσετε τοῖς πατράσιν ἐκείνοις, ὧν πάλαι ἀνατρέψαντες τὰ δόγματα,
νῦν καὶ κατὰ τῶν παραδόσεων χωρεῖτε οὕτως ἀνέδην; Ἀλλά, φησίν, οὐ περὶ πίστεως
τουτὶ τὸ ἐγχείρημα; Καὶ λοιπὸν ἀκίνδυνος ὁ νεωτερισμός; Ὦ βαρυκάρδιοι παῖδες
ἀνθρώπων, εἰ μηδὲν πρόσεστι βλάβος τῷ νεωτερισμῷ, οὕτω τῷ ἀδιαφόρως πεφυκότι,
οὐδ’ ὄφελός γε πάντῃ που προσέσται. Καὶ λοιπὸν τί σοι χρεία νεωτερισμῶν; Οὐδὲ
γὰρ μικρά· κατὰ Βασίλειον, ὅταν βλάβην εἰσφέρῃ μεγάλην. Ἀλλ’ οὐδὲ μικρόν σοι τὸ ταράττειν τὴν
Ἐκκλησίαν καὶ ἀνακυκᾷν, κατεπαίρεσθαι πατέρων, προσταγμάτων θείων ὑπερορᾷν.
Θεὸς γὰρ ἐστὶν ὁ ἐπιτάττων «Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου».
Ἀλλ᾿ ἐροῦσιν ἴσως ὅτι
καὶ παρ’ ἰουδαίοις οὐκ ἔτι τὸ ἀκριβέστερον τηρεῖται τὰ ἀστρολογικά, καὶ δὴ ἀδιορθώτως
περιφέρεται αὐτοῖς τὰ τοῦ Πάσχα.
Ἐγὼ γὰρ λέγω ὡς ἐν τούτῳ ἐστὶ τὸ θαῦμα·
ὅτι καὶ ἀδιορθώτως ἐχόντων τῶν ἰουδαίων, ἡμεῖς, κατὰ τὸ κανόνιον ἐκεῖνο τὸ
πατερικόν, τὸ πάλαι γνωστόν, ἀπαραλλάκτως φυλάττομεν τὴν τῶν ἀποστόλων
διαταγήν. Διὰ τοῦτο γὰρ καὶ κρατοῦμεν, καὶ κρατύνομεν κατέχοντες τὰς
πατρικὰς παραδόσεις, κατὰ τὸν ἀπόστολον, ὡς ἱεροὺς καὶ ἀσύλους θησαυρούς.
Τίς ἂν τολμήσειε κανόνιον ἄλλο, οἶόν
μῆλον ἄλλο ἔριδος ταράξαι τὴν Ἐκκλησίαν, ἐπισκανδαλίσαι τοὺς τῶν ἐθνῶν,
ὄνειδος προστρίψαι τοῖς πατράσι, τηλικούτων καὶ τοσούτων κακῶν ὑπαίτιον ἑαυτὸν
καταστῆσαι καὶ ὑπόδικον τῇ φοβερᾷ τοῦ Θεοῦ δικαιοκρισίᾳ, οὐδὲ ἑνός
τινος τῶν ἐλαχίστων τὸ σκάνδαλον παρορῶντος, ἀγγελικαῖς δὲ ἐπιστασίαις καὶ
χαλεπῇ ἐκδικήσει καθυποτάξαντος
Τοῖς
τῶν Πατέρων οὖν ἐφησυχάσωμεν ὅροις μαρτυρουμένοις καὶ θεοσημείαις τοῦ Σωτήρος ἡμῶν.
Ὧ σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ καὶ προσκύνησις· νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.».
ΑΠΟΣΠΑΣΜΑΤΑ ΑΠΟ ΤΟΝ ΑΛΕΞΑΝΔΡΙΝΟ ΤΟΜΟ ΠΡΩΤΟΣΥΓΓΕΛΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΜΕΛΕΤΙΟΥ ΠΡΟΣ ΤΟΝ ΠΑΤΡΙΑΡΧΗ
ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΣΙΛΒΕΣΤΡΟ (1583)
ΠΗΓΗ: ΝΙΚΟΛΑΟΥ ΜΑΝΝΗ ''ΔΙΠΛΟΥΣ ΠΕΛΕΚΥΣ ΚΑΤΑ ΤΟΥ ΓΡΗΓΟΡΙΑΝΟΥ ΗΜΕΡΟΛΟΓΙΟΥ'', ΑΘΗΝΑ 2015
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου