«Ὁρῶ καὶ βλέπω τὴν ἐπὶ τὴν πέτραν Χριστὸν τὸν θεὸν ἡμῶν τεθεμελιωμένην ἐκκλησίαν αὐτοῦ διεσχισμένην νῦν καὶ διῃρημένην, καὶ ἡμᾶς ἄλλοτε ἄλλως λαλοῦντας καὶ τοὺς τῆς ἀνατολῆς ὁμοπίστους ἡμῶν χριστιανοὺς ἑτέρως, καὶ συμφωνοῦντας αὐτοῖς τοὺς τῆς δύσεως, ἠλλοτριωμένους δὲ ἡμᾶς ἐκείνων ἁπάντων καὶ καθ’ ἑκάστην ὑπ’ αὐτῶν ἀναθεματιζομένους.[…] οὐκ οἶδεν ὁ τῆς ἐκκλησίας νόμος καὶ ὅρος ἔριν ἢ φιλονεικίαν, ἀλλ’ ὥσπερ οἶδεν ὁμολογεῖν ἓν βάπτισμα, μίαν πίστιν, οὕτως καὶ συμφωνίαν μίαν ἐπὶ παντὸς ἐκκλησιαστικοῦ πράγματος. οὐδὲν γὰρ οὕτως ἐστὶν ἐνώπιον τοῦ θεοῦ ἀπόδεκτον καὶ εὐάρεστον ὡς τὸ ἑνωθῆναι ἡμᾶς καὶ γενέσθαι μίαν καθολικὴν ἐκκλησίαν, καθὰ καὶ ἐν τῷ συμβόλῳ τῆς εἰλικρινοῦς ἡμῶν πίστεως ὁμολογοῦμεν»
(ΑΓΙΟΥ ΤΑΡΑΣΙΟΥ ΑΠΟΛΟΓΗΤΙΚΟΣ, Lamberz I, σελ. 10.)
Η ΘΕΣΗ ΤΟΥ ΑΙΡΕΤΙΚΟΥ ΕΝΑΝΤΙ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
0 comments:
Δημοσίευση σχολίου