«Εί τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ· δεῖ οὖν τὸν ἐπίσκοπον
ἀνεπίληπτον εἶναι, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν, μὴ
πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδή, ἀλλ ̓ ἐπιεική, ἄμαχον, ἀφιλάργυρον μὴ
νεόφυτον, ἵνα μὴ τυφωθείς, εἰς κρίμα ἐμπέση τοῦ διαβόλου. Δεῖ δὲ αὐτὸν καὶ
μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, Στα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα
τοῦ διαβόλου. (ά. Τιμοθ. γ', 1).
Ανθρωπε, πρῶτον ἐπίσκεψαι ὁποῖόν ἐστι τὸ πρᾶγμα εἶτα καὶ τὴν σεαυτοῦ φύσιν
κατάμαθε, εἰ δύνασαι βαστάσαι. (Εγχειρ. Ἐπικτ. κεφ. ιθ'.)
Ὁ ἱερὸς Ἰσίδωρος ὁ Πηλουσιώτης ἑρμηνεύων τὴν Ἀποστολικὴν ἐντολὴν περὶ
ἐπισκόπου «εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ . . .» λέγει
ταῦτα· «εἶ τις ἐπισκοπῆς ὀρέγεται, βλεπέτω τοὺς πόνους, σκοπείτω
εἰ πρὸς τούτους ἀρκέσαι δύναται· εἴ τις ἐπισκοπῆς ὀρέγεται, ὁράτω τοὺς
κινδύνους καὶ μὴ ἐννοείτω μόνον τὴν τιμήν. Εἴ τις ἐπισκοπῆς ὀρέγεται θεασάσθω
τοὺς θανάτους καὶ μὴ τὴν τρυφήν, συνοράτω τὰς ἐπιβουλὰς καὶ μὴ πρὸς ἄνεσιν
νευέτω. Εἴ τις εἰς ἐκεῖνον ἀχθείη τὸν θρόνον χειροτονεῖται ὡς νομίμως ἀθλήσων,
οὐχὶ ὡς ἀκινδύνως τρυφήσων ὁ γὰρ τι· μῆς μόνης ἐγκρατής γενόμενος καὶ τ ̓ ἄλλα
πάντα τὰ τῆ ἐπισκοπῇ προσήκοντα δίκαια παρεωρακώς, ἐνταῦθα μὲν μυρίαις
βληθήσεται κατηγορίαις ἐσθ ̓ ὅτε δὲ καὶ καθαιρεθήσε ται τῆς τοιαύτης αξίας, ἐκεῖσε
δὲ καταβοηθήσεται παρὰ τῷ ἀδεκάστῳ κριτῇ ἐπὶ τοῦ φοβερού βήματος. . . οὗτος μὲν
τρυφήσας καὶ αἰσχροκερδήσας, εἰς ἰδίας φιλοτιμίας τὰ κέρδη ἀνήλωσε· τοὺς δὲ
γυμνοὺς καὶ πεινῶντας καὶ ἀρρωστοῦν· της παρέβλεπε. Ταῦτ οὖν ἐννοοῦντες μὴ
παίζωμεν εἰς τὰ θεῖα. Οἱ γὰρ τὸν τοιοῦτον ἔρωτα ἐπὶ καρδίαν φέροντες ἐοίκασιν
ἀγνοεῖν, ὅτι οὐκ ἔστι τοῦτο καθάπερ ἦν πάλαι νῦν μὲν γὰρ εἰς τυραννίδα τὸ τῆς
πραότητος μετακεχώρηκεν ἀξίωμα· τότε δὲ οὐχ οὕτως ἀλλὰ τότε μὲν ὑπὲρ τῶν προβά
των ἀπέθνησκον οἱ ποιμένες, νῦν δὲ αὐτοὶ μᾶλλον ἀναιροῦσι τὰ πρόβατα, οὐ τὰ
σώματα σφάττοντες· ἧττον γὰρ ἦν τὸ κακόν, ἀλλὰ τὰς ψυχὰς σκανδαλίζοντες. Καὶ
τότε μὲν νηστείαις τὸ σῶμα ἐσωφρόνιζον, νῦν δὲ τρυφαῖς τοῦτο παρασκευάζουσι
σκιρτᾷν. Και τότε μὲν τὰ ἑαυτῶν τοῖς δεομένοις διένεμον, νῦν δὲ τὰ τῶν πενήτων
σφετερίζονται. Καὶ τότε μὲν ἀρετὴν ἤσκουν, νῦν δὲ τοὺς ἀρετὴν ἀσκοῦντας
ἐξοστρακίζουσι. Καὶ τότε μὲν τὴν ἁγνείαν ἐξεθείαζον, νῦν δέ, ὦ τί ἄν τις
τούτους καλέσας ἐξονομάσοι! οὐκ ἐᾷ με καθεύδειν ἡ λύπη, πιστεύσατε, καίτοι
βουλόμενον, ἀλλ ἐννοῶν τὸ τοιοῦτον ἀξίωμα ραθυμηθὲν διεγείρομαι πρὸς τὸ λέγειν·
ὅτι πάλαι μὲν οἱ φιλάρετοι πρὸς τὴν ἱερωσύνην προήγοντο, νῦν δὲ οἱ φιλάργυροι·
τότε οἱ τὸ πρᾶγμα φεύγοντες διὰ τὸ μέγεθος τῆς ἀρχῆς, νῦν δὲ οἱ τούτῳ
ἐπιτρέχοντες μεθ ̓ ἡδονῆς. Τότε οἱ ἀκτημοσύνῃ ἑκουσίῳ ἐναβρυνόμενοι, νῦν δὲ οἱ
πλεονεξία ἑκουσίως χρηματιζόμενοι. Τότε οἱ πρὸ ὀφθαλμῶν ἔχοντες τὸ θεῖον
δικαστήριον, νῦν δὲ οἱ μηδ ̓ εἰς ἔν· νοιαν τοῦτο λαμβάνοντες. Τότε οι
τυπτόμενοι, νῦν δὲ οἱ τύπτειν ἕτοιμοι· καὶ τί δεῖ τὰ πολλὰ λέγειν ; μεταπεπτωκέναι
λοιπὸν τὸ ἀξίωμα ἔδοξεν ἀπὸ ἱερωσύνης εἰς τυραννίδα; ἀπὸ ταπεινοφροσύνης εἰς
ὑπερηφανίαν; ἀπὸ νηστείας εἰς τρυφήν ; ἀπὸ οἰκονομίας εἰς δεσποτείαν ; οὐ γὰρ
ὡς οἶκονόμοι ἀξιοῦσι διοικεῖν, ἀλλ' ὡς δεσπόται σφετερίζεσθαι Φείσασθε τοίνυν
ἑαυτῶν πάντες οἱ τὴν τοιαύτην ἔφεσιν ἔχοντες· ἱερωσύνης γὰρ ἀξίωμα τοῖς ἀναξίως
τῆς τιμῆς ζῆν προαιρουμένοις προσθήκη κολάσεως γίνεται· τὸ γὰρ ἐπισκοπῆς ἐρᾷν
οὐκ ἐστι τῶν τυχόντων, ἀλλ ̓ ὧν ὁ βίος ἐκ τῶν Παύλου νόμων ιθύνεται. Εἰ οὖν
ἐκείνην σεαυτῷ θεωρεῖς τὴν ἀκρίβειαν, ἔθι ἀσμένως πρὸς τὴν τοσούτου ὕψους
ἀνάβασιν ἰδοὺ πρόσεισί σοι αὕτη· μὴ ψαύσης τῶν ἀψαύστων. Πρόσχες πυρὶ
προσεγγίζεις, τὴν ὕλην δαπανώντιν. (Ίσιδ. Πηλουσ. βιβλ. Γ. ἐπιστ.
σις'.) Καὶ ταῦτα ἔγραψεν ὁ Ἰσίδωρος, ὅτε ἐκόσμουν τοὺς ἀρχιερατικούς
θρόνους ̓Αθανάσιοι, Βασίλειοι, Γρηγόριοι καὶ Χρυσόστομοι.
«Εννόησον οὖν, ὁποῖόν τινα εἶναι χρὴ τὸν πρὸς τοῦτον μέλλοντα ἀνθέξειν
χειμῶνα, καὶ τοσαῦτα κωλύματα τῶν κοινῇ συμφερόντων διαθήσειν καλῶς. Καὶ γὰρ
καὶ σεμνὸν καὶ ἄ- τυφον καὶ φοβερὸν καὶ προσηνῆ καὶ ἀρχικὸν καὶ κοινωνι κὸν καὶ
ἀδέκαστον καὶ θεραπευτικὸν καὶ ταπεινὸν καὶ ἀδού- λωτον, καὶ σφοδρὸν καὶ ἥμερον
εἶναι δεῖ, ἵνα πρὸς ἅπαντα ταῦτα εὐκόλως μάχεσθαι δύνηται· καὶ τὸν ἐπιτήδειον
δεῖ μετὰ πολλῆς τῆς ἐξουσίας, κἂν ἅπαντες ἀντιπίπτωσι πα ράγειν· καὶ τὸν οὐ
τοιοῦτον μετὰ τῆς αὐτῆς ἐξουσίας, κἂν ἅπαντες συμπνέωσι, μὴ προσίεσθαι, ἀλλ ̓
εἰς ἓν μόνον ὁρᾷν τὴν ἐκκλησιαστικὴν οἰκοδομήν, καὶ μηδὲν πρὸς ἀπέχθειαν ἢ
χάριν ποιεῖν.» (Ἰωάν. Χρυσοστ. Ἱερωσ. λόγ. γ'. 16.)
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ
«Περὶ τῶν ἐπισκοπῆς ὀρεγομένων»
0 comments:
Δημοσίευση σχολίου