«ὅσον δὲ πρὸς τὰς λοιδορίας, ἀπαντῶσι ψάλλοντες ἐκεῖνο τὸ προφητικὸν ᾆσμα· «φωτίζου φωτίζου ἡ νέα Ιερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν». ὁ δὲ λαὸς τοῦ Κυρίου, τὸ ἁπλοῦν καὶ ταπεινὸν πολίτευμα τῆς ὀρθοδοξίας, οἱ νήπιοι καὶ ἄκακοι οὗτοι παῖδες καὶ ἀδελφοὶ τοῦ Χριστοῦ, ὁσάκις ἂν ἀκούσωσι τὰς σοφὰς ὑμῶν ἀνακαλύψεις, οὔτε θροοῦνται, οὔτε φροντίζουσιν ὅλως, ἀλλὰ καὶ ἐπιμειδιῶσι. Καί τινες αὐτῶν, οἱ θαῤῥαλαιότεροι, παραστάντες, λέγουσι πρὸς ὑμᾶς μετ ̓ ἀγάπης ἀδελφικῆς. Ὦ λογιώτατοι, λίαν παράδοξος καὶ ἄτοπος προσπίπτει εἰς τὰς ἀκοὰς ἡμῶν ἡ καινοφανὴς ὑμῶν διδασκαλία. Κείσθω αὕτη παρ' ὑμῖν, κακὸς θησαυρός. ἡμεῖς δὲ, και χειρόκμητον ὑπάρχει (καθώς λέγετε) καὶ λυχνιαῖον, οὐκ ἀπὸ θαύματος, τὸ ἐκ τοῦ παναγίου Τάφου προερχόμενον ἅγιον φῶς, καὶ οὕτως ἅγιον αὐτὸ πιστεύομεν, καὶ ὡς ἅγιον τιμῶμεν. Ἡμεῖς ἀκούομεν ἐκ τοῦ ἁγίου Εὐαγγελίου, ὅτι κατὰ τὸν καιρὸν τῆς Αναστάσεως τοῦ Κυρίου πρῶτον μὲν ὁ ταῖς μυροφόροις φανεὶς ἄγγελος, ὅστις ἐκ τῆς θύρας τοῦ μνημείου ἀπεκύλισεν τὸν λίθον, ἐκάθητο ἐπ' αὐτοῦ ὀλολαμπής· «ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ» (Ματθ. κη, 3)· ἔπειτα δὲ πάλιν, ὅτε Πέτρος καὶ Ἰωάννης ἦλθον εἰς τὸ μνημεῖον, σκοτίας ἔτι οὔσης, καὶ μὴ παρόντων ἀγγέλων, εἶδον τὰ οθόνια καὶ τὸ σουδάριον, καὶ ἐπίστευσαν (Ιωάν. κ.). Εἶδον δὲ ταῦτα σκοτίας ὅτι οὔσης, διότι πάντως ο τάφος του Κυρίου ὑπῆρχε τότε πλήρης οὐρανίου φωτός. ὅθεν ψάλλει καὶ ὁ θεῖος Δαμασκηνός «Καὶ τὸ φῶς ἐν τῷ τάφῳ ὁρῶν (ὁ Πέτρος) κάτε πλήττετο· οὐδεὶς γὰρ βλέπειν δύναται ἐν νυκτὶ τὰ προκείμενα». Καὶ αὐτὸς (ὡς ἡμᾶς βεβαιοῦσιν) δ Νύσσης ἅγιος Γρηγόριος λέγει· «Καὶ ταῦτα (τὰ ὀθόνια καὶ τὸ σουδάριον) ἰδόντες οἱ περὶ τὸν Πέτρον ἐπίστευσαν, οὐχ ἁπλῶς μόνον, ἀλλὰ καὶ κρείττονι νῷ καὶ ἀποστολικῷ θεασάμενοι· πλήρης γὰρ ἦν ὁ Τάφος φωτός, ὥστε καὶ νυκτὸς οὔσης ἔτι, διπλῶς θεάσασθαι τὰ ἔνδον, καὶ αἰσθητῶς καὶ πνευματικῶς» κτλ. (Γρηγ. Νύσσ. περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ λόγ. β. σελ. 406. τόμ. γ)».
(συνεχίζεται)
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
''ΑΝΤΙΦΩΤΟΜΑΧΙΚΑ'' Ν. ΛΟΓΑΔΗ (Β΄)
''ΑΝΤΙΦΩΤΟΜΑΧΙΚΑ'' Ν. ΛΟΓΑΔΗ (Γ΄)
0 comments:
Δημοσίευση σχολίου