Η) Ωσαύτως καὶ ὁ Νύσσης Γρηγόριος ἐλάλησε περὶ τοῦ καινοῦ ἀστέρος, «ὃς παρὰ τὴν τῶν λοιπῶν ἀστέρων φύσιν μόνος καὶ κινήσεως μετέσχε καὶ στάσεως πρὸς τὴν χρείαν ἑκατέρων τούτων μεταβαίνων· τῶν γὰρ λοιπῶν ἀστέρων, τῶν μὲν ἅπαξ καταπεπηγότων τῇ ἀπλανεῖ σφαίρᾳ καὶ ἀκίνητον εἰληχότων τὴν στάσιν, τῶν δὲ μὴ παυομένων τῆς κινήσεως, οὗτος καὶ κινεῖται προηγούμενος τῶν μάγων, καὶ ἵσταται καταμηνύων τὸν τόπον»[1].

Θ) «Φωτεινότατον τῶν μάγων ὁδηγὸν» ἐπωνόμασε θαυμάζων καὶ ὁ μακάριος Επιφάνιος[2].

I) ὁ δὲ Ταρσοῦ Διόδωρος ἢ Θεόδωρος (παρὰ τῷ μακαριωτάτῳ Φωτίῳ) «τὴν ἐσχάτην ασέβειαν διελέγχων τῶν εἰς τὰς γενεθλιακὰς παρατηρήσεις τολμώντων ὑποβάλλειν καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐπὶ προφάσει τοῦ φανέντος ἀστέρος» (διότι ὑπῆρξαν καὶ τοιαῦτα θεομάχου μωρίας ἄθλια θρέμματα), «πολλοῖς αὐτοὺς ὁ Θεόδωρος τιτρώσκων τοῖς ἐπιχειρήμασι, δεικνύουσι τὸν φανέντα ἀστέρι μὴ ἕνα τῶν πολλῶν κατ' οὐρανὸν εἶναι, ἀλλὰ δύναμίν τινα θειοτέραν εἰς ἄστρον μὲν σχηματιζομένην, τὴν δὲ τοῦ κοινοῦ δεσπότου κηρύττουσαν γέννησιν»[3].

ΙΑ) Καὶ Ἰσίδωρος ὁ Πηλουσιώτης, «τὸν Εὐαγγελιστὴν τοῦ θείου τόκου ἀστέρα,» τὸν ἡλίου φανώτερον ὑπερήδιστα προσφωνεί[4].

ΙΒ) Ξένον, ἀσυνήθη, ἀρτιφαῆ, παράδοξον τῶν μάγων ξεναγὸν καὶ φωταγωγὸν προσεῖπον τὸν ἀστέρα καὶ Κύριλλος ὁ  ̓Αλεξανδρείας[5] καὶ ὁ Κύρου Θεοδώρητος[6].

ΙΓ) ὅταν δ ̓ ἀκούσῃς ἀστέρα (λέγει ὁ ἱερὸς Θεοφύλακτος), μὴ νομίσης τοιοῦτον εἶναι ἐκεῖνον, οἵους ὁρῶμεν, ἀλλὰ θείαν δύναμιν καὶ ἀγγελικήν, εἰς τόπον ἀστέρος φαινομένην. ὅτι δὲ ἀγγελική δύναμις ἦν ὁ ἀστήρ, δῆλον ἀπὸ τοῦ καὶ ἐν ἡμέρᾳ ὑπερλάμπειν, καὶ κινεῖσθαι μὲν κινουμένων τῶν Μάγων, ἵστασθαι δὲ ἀναπαυομένων κτλ.[7].

ΙΔ) ὅτι δὲ οὐκ ἀστὴρ (ἐπιλέγει καὶ ὁ τοῦ Θεολόγου Γρηγορίου το τε γένος καὶ τὴν σοφίαν ἀδελφὸς Καισάριος) «ὅτι δὲ οὐκ ἀστήρ, ἀλλὰ νοερά τις καὶ λογικὴ ὑπῆρχε δύναμις, ὁ τῶν μάγων καθηγητής, ἐξ αὐτῆς παιδευόμεθα τῆς ἐκείνου κινήσεώς τε καὶ στάσεως· ἀστὴρ μὲν φαινόμενος, ἄγγελος δὲ νοούμενος, ἐθνῶν ὁδηγὸς[8].

ΙΕ) «Δύναμιν ἀγγελλικὴν καὶ Νικήτας ὁ Σεῤῥῶν ὑπέλαβε τὸν ἀστέρα, εἰς ὄψιν ἀστέρος ἐσχηματισμένην»[9]. ὁ δὲ Ἰωσὴφ ὁ Βρυέννιος καὶ ἄλλην προσέθηκεν εἰκασίαν «ὅτι καὶ ἐκ τῶν Ἀγγέλων Γαβριὴλ οὗτος ἴσως, ἦν ὁ Ἀρχάγγελος»[10]· ἀλλ ̓ οὗτος μὲν ὁ τοῦ ὀνόματος διορισμὸς ὡς ἁπλῆ εἰκασία εἰρήσθω[11].



[1] Γρηγ. Νύσ. Λόγ. εἰς τὴν Χριστ. γέν. σελ. 343.

[2] Επιφ. Αἱρέσ. λ. καὶ Ἐγκωμ. εἰς Θεοτόκ. Τόμ. 2. σελ. 299.

[3] Θεόδ. Ταρσ. παρὰ Φωτίῳ Ἀναγ. σκγ.

[4] Ισίδωρ. Πηλουσ. Επιστολ. Βιβλ. Ε. 378.

[5] Κύριλλ. εἰς Ἠσαΐ. 53

[6] Θεοδώρ. Τόμ. γ. σελ. 463.

[7] Θεοφύλ. εἰς Ματθ. β. σελ. 11. Ταύτά φησι καὶ Ζυγαδηνὸς αὐτόθ.

[8]  Καισαρ. Έρωτ. με.

[9] Νικήτ. εἰς Ματθ. β. [Καὶ τὸ ἀραβιστὶ δὲ σωζόμενον  ̓Απόκρυφον Εὐαγγέλιον Περὶ τῶν παιδικῶν τοῦ Κυρίου ἀγγελικήν δύναμιν καλεῖ τὸν ἀστέρα (βλ. Thilo God. Apocryph. Nor. Test. Τ. Ι. p. 73). Ἐν δὲ τῷ τοῦ Ἰακώβου ἐπιγραφομένῳ Πρωτευαγγελίῳ «εἴδομεν, λέγουσι τῷ Ἡρώδη οἱ μάγοι, ἀστέρα παμμεγέθη, λάμψαντα ἐν τοῖς ἄστροις τούτοις, καὶ ἀμβλώναντα αὐτούς (;) τοῦ φαίνειν» (Αὐτ. σελ. 286). Σημ. Εκδ.].

[10] Ιωσ. Βρυέν. Λόγ, β. εἰς τὸν Εὐαγγελ, σελ. 156.

[11] Πρόσθες τῇ παναρμονίῳ ταύτη χορείᾳ τῶν ἁγίων Πατέρων καὶ Γρηγόριον τὸν Παλαμᾶν «Ἀστήρ γάρ, φησὶν ὁ θεσπέσιος, συνοδεύει μάγοις, καταλύουσι συγκαταλύων, κινουμένοις συμμεταβαίνων αὐτοῖς, μᾶλλον δὲ πρὸς τὴν ὁδὸν αὐτὸς ἐκείνους ἕλκων καὶ ἐκκαλούμενος, ἄρχων τε πορείας καὶ προάγων αὐτούς, καὶ κινουμένοις μὲν πρὸς ὁδηγίαν ἑαυτὸν ἐμπαρέχων, ἐν καιρῷ δὲ τὴν φύσιν διαναπαύουσιν εἴκων αὐτὸς ἐκείνοις, καὶ μένων καὶ αὐτὸς ἐπὶ χώρας, ὡς ἂν μὴ τούτους ἀπολιπὼν ἀνιάσῃ τῇ ἀπουσίᾳ δόξας ἀτελῆ τὴν ποδηγίαν καταλιπεῖν» κτλ. (Όμιλ. νη. σελ. 234). Σημ. Εκδ.

 

 


                                                                  ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ








Next
This is the most recent post.
Previous
Παλαιότερη Ανάρτηση

0 Σχόλια:

Δημοσίευση σχολίου

 
Top