Ὁ ἐπίσκοπος ὀφείλει νὰ ἐμμένῃ ἀείποτε ἐν ταῖς ἠθικαῖς τοῦ ἱεροῦ Εὐαγγελίου ἀρχαῖς καὶ οὐδέποτε νὰ ἐξέρχηται τούτων ἢ νὰ παραβαίνῃ αὐτὰς δῆθεν λόγῳ δογματικῶν διαφορών. Αἱ δογματικαὶ διαφοραί ὡς ἀναγόμεναι πρὸς μόνον τὸ κεφάλαιον τῆς πίστεως ἀφίενται ἐλεύθερον καὶ ἀπρόσβλητον τὸ τῆς ἀγάπης κεφάλαιον· τὸ δόγμα δὲν καταπολεμεῖ τὴν ἀγάπην· ἡ δὲ ἀγάπη χαρίζεται τῷ δόγματι, διότι πάντα στέγει, πάντα ὑπομένει· ἡ χριστιανικὴ ἀγάπη ἐστὶν ἀναλλοίωτος, δι ̓ ὃ οὐδ ̓ ἡ τῶν ἑτεροδόξων χωλαίνουσα πίστις δύναται ν' ἀλλοιώσῃ τὸ πρὸς αὐτοὺς τῆς ἀγάπης συναίσθημα. Διὰ τῆς ἀγάπης ἐστὶ λίαν πιθανὸν νὰ ἑλκύση πρὸς ἑαυτὸν καὶ τὴν ἐξ ἐσφαλμένης περιωπής κρίνουσαν δογματικόν τι ζήτημα ἑτερόδοξον ἐκκλησίαν. Ἡ ἀγάπη οὐδέποτε χάριν δογματικής τινος διαφορᾶς πρέπον νὰ θυσιάζηται. Παράδειγμα ἔστω ὁ ̓Απόστολος τῶν ἐθνῶν, ὅστις ἐξ ἀγάπῆς καὶ πρὸς αὐτοὺς τοὺς σταυρωτὰς τοῦ Χριστοῦ ηύχετο ἀνάθεμα εἶναι αὐτῶν. Ὁ μὴ ἀγαπῶν τοὺς ἑτεροδόξους ἐπίσκοπος ὁ μὴ καὶ ὑπὲρ αὐτῶν ἐργαζόμενος, ἀπὸ ψευδοῦς κινεῖται ζήλου καὶ ἐστερημένος ἐστὶν ἀγάπης· διότι ὅπου ἡ ἀγάπη, ἐκεῖ καὶ ἡ ἀλήθεια καὶ τὸ φῶς, ὁ δὲ ψευδὴς ζῆλος καὶ ἡ πεπλανημένη δόξα ἐξελέγχονται ὑπὸ τοῦ φωτὸς καὶ τῆς ἀγάπης καὶ ἀποκρούονται. Τὰ τῆς πίστεως ζητήματα οὐδ ̓ ὅλως δέον ἐστὶ νὰ μειῶσι τὸ τῆς ἀγάπης συναίσθημα· Οἱ διδάσκαλοι τοῦ μίσους εἰσὶ μαθηταὶ τοῦ πονηροῦ, διότι ἐκ τῆς αὐτῆς πηγῆς δὲν ἐξέρχεται γλυκὺ καὶ πικρόν. Ὁ διδάσκαλος τῆς ἀγάπης, οἷός ἐστιν ὁ ἐπίσκοπος, δὲν δύναται νὰ μὴ ἀγαπᾷ, ἀδυνατεῖ δὲ ὅλως νὰ μισῇ, διότι τὸ πλήρωμα τῆς ἀγάπης ἐκδιώκει τὸ μίσος.


Περὶ τῶν ἀναξίως χειροτονουμένων

 «Η γε ιερωσύνη καὶ ἐγκαλέσει δικαίως ἡμῖν οὐκ ὀρθῶς μεταχειρίζουσιν..... Ἡμεῖς αὐτὴν τοσούτοις, τό γε εἰς ἡμᾶς ἧκον, κατερρυπάναμεν μολυσμοῖς, ἀνθρώποις τοῖς τυχούσιν ἐγχειρίζοντες αὐτήν· οἵ γε οὔτε τὰς ἑαυτῶν πρότερον καταμαθόντες ψυχάς, οὔτε εἰς τὸν τοῦ πράγματος ὄγκον ἀποβλέψαντες, δέχονται μὲν προθύμως τὸ διδόμενον, ἡνίκα δ ̓ ἂν εἰς τὸ πράττειν ἔλθωσιν, ὑπὸ τῆς ἀπειρίας σκοτούμενοι, μυρίων ἐμπιπλῶσι κακῶν, οὓς ἐπιστεύθησαν λαούς.....Πόθεν, εἰπέ μοι, νομίζεις τὰς τοσαύτας ἐν ταῖς ἐκκλησίαις τίκτεσθαι ταραχάς ; ... οὐδὲ ἄλλοθέν ποθεν, ... ἢ ἐκ τοῦ τὰς τῶν προεστώτων αἱρέσεις καὶ ἐκλογὰς ἁπλῶς καὶ ὡς ἔτυχε γίνεσθαι Τὴν γὰρ κεφαλὴν ἰσχυροτάτην εἶναι ἐχρῆν, ἵνα τοὺς ἐκ τοῦ λοιποῦ σώματος κάτωθεν πεμπομένους ἀτμοὺς πονηροὺς διοικεῖν καὶ εἰς τὸ δέον καθιστᾶν δύνηται. Οταν γὰρ καθ ̓ ἑαυτὴν ἀσθενὴς οὖσα τύχη, τὰς νοσοποιοὺς ἐκείνας προσβολὰς ἀποκρούσασθαι μὴ δυναμένη, αυτή τε ἀσθενεστέρα μᾶλλον ἤπερ ἐστὶ καθίσταται, καὶ τὸ λοιπὸν μεθ ̓ ἐαυτῆς προσαπόλλυσι τὸ σῶμα.....Πολλὰ γάρ ἐστι... πολλὰ ἕτερα, ἢ τὸν ἱερωμένον ἔχειν χρή.....καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο πανταχόθεν αὐτῷ τῆς τοῦ πράγματος ἐπιθυμίας και θαρεύειν δεῖ τὴν ψυχήν· ὡς ἐὰν προσπαθῶς πρὸς ταύτην διακείμενος τύχῃ τὴν ἀρχήν, γενόμενος ἐπ ̓ αὐτῆς, ἰσχυροτέραν ἀνάπτει τὴν φλόγα, καὶ κατὰ κράτος ἁλούς, ὑπὲρ τοῦ βεβαίαν ἔχειν αὐτὴν μυρία ὑπομένει δεινά, κἂν κολακεύσαι δέῃ, κἂν ἀγενές τι καὶ ἀνάξιον ὑπομεῖναι, καν χρήματα ἀναλῶσαι πολλά. Ότι γὰρ καὶ φόνων τὰς Ἐκκλησίας ἐνέπλησάν τινες, καὶ πόλεις ἀναστάτους ἐποίησαν ὑπὲρ ταύτης μαχόμενοι τῆς ἀρχῆς, παρίημι νῦν, μὴ καὶ ἄπιστα δόξω λέγειν τισίν. Ἐχρῆν δέ, οἶμαι, τοσαύτην τοῦ πράγματος ἔχειν εὐλάβειαν, ὡς καὶ τῆς ἀρχῆς ἐκφυγεῖν τὸν ὄγκον, καὶ μετὰ τὸ γενέσθαι ἐν αὐτῇ μὴ περιμένειν τὰς παρ ̓ ἑτέρων κρίσεις, εἴποτε συμβαίη καθαίρεσιν ἱκανὸν ἐργάσασθαι ἁμάρτημαἀλλὰ προλαβόντα ἐκβάλλειν ἑαυτὸν τῆς ἀρχῆςΟὕτω μὲν γὰρ καὶ ἔλεον ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ εἰκὸς ἦν· τὸ δὲ ἀντέχεσθαι παρὰ τὸ πρέπον τῆς ἀξίας πάσης ἑαυτὸν ἀποστερεῖν συγγνώμης ἐστί, καὶ μᾶλλον ἐκκαίειν τοῦ Θεοῦ τὴν ὀργήν, δεύτερον χαλεπώτερον προσθέντα πλημμέλημα.» (Ἰωάν. Χρυσοστ. Ἱερωσ. λόγ. γ'. 10).

Ὁ δὲ θεῖος Γρηγόριος ὁ Θεολόγος λέγει περὶ τῶν ἀναξίως χειροτονουμένων· «Τὸ δ  ἡμέτερον, πολλοῦ ἂν ἦν ἄξιον, εἰ οὕτως εἶχε· νῦν δὲ κινδυνεύει τὸ πάντων εἶναι και ταγελαστότατον· οὐ γὰρ ἐξ ἀρετῆς μᾶλλον, ἢ κακουργίας ἡ προεδρεία, οὐδὲ τῶν ἀξιωτέρων, ἀλλὰ τῶν δυνατωτέρων οἱ θρόνοι Σαμουὴλ ἐν προφήταις, ὁ τὰ ἔμπροσθεν βλέπων, ἀλλὰ καὶ Σαούλ ὁ ἀπόβλητος Ροβοάμ ἐν βασιλεῦσιν ὁ Σολομῶντος, ἀλλὰ καὶ Ἱεροβοὰμ ὁ δοῦλος καὶ ἀποστάτης. Καὶ ἰατρὸς μὲν οὐδείς, οὐδὲ ζωγράφος, ὅστις, οὐ φύσεις ἀρρω· στημάτων ἐσκέψατο πρότερον, ἢ πολλὰ χρώματα συνεκέρασεν, ἢ ἐμόρφωσεν ὁ δὲ πρόεδρος εὑρίσκετο ραδίως, μὴ που νηθεὶς καὶ πρόσφατος τὴν ἀξίαν· ὁμοῦ τε σπαρεὶς καὶ ἀναδοθείς, ὡς ὁ μύθος ποιεῖ τοὺς γίγαντας. Πλάττομεν αύθημερὸν ἁγίους, καὶ σοφοὺς εἶναι κελεύομεν, τοὺς οὐδὲν σοφισθέντας, οὐδὲ τοῦ βαθμού προσενεγκόντας τι πλὴν τοῦ βούλεσθαι. Καὶ ὁ μὲν στέργει τὴν κάτω χώραν, καὶ ταπεινῶς ἔστηκεν ὁ τῆς ὑψηλῆς ἄξιος καὶ πολλὰ μὲν τοῖς θείοις λόγοις ἐμμελετήσας, πολλὰ δὲ τῇ σαρκὶ νομοθετήσας εἰς ὑποταγὴν πνεύματος. Ὁ δὲ σοβαρῶς προκαθέζεται, καὶ τὴν ὀφρὺν αἴρει κατὰ τῶν βελτιόνων, καὶ οὐκ ἐπιτρέψει τοῖς θρόνοις, οὐδὲ φρίσσει τὴν ὄψιν τὸν ἐγκρατῆ κάτω βλέπων ἀλλ ̓ ἅμα τῷ κράτει καὶ τὸ σοφώτερον ἑαυτὸν εἶναι ὑπολαμβάνει, κακῶς εἰδώς, καὶ τὸ φρονεῖν ὑπὸ τῆς ἐξουσίας ἀφηρημένος».



ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ

 


0 comments:

Δημοσίευση σχολίου

 
Top