Ις) Εκ δὲ τῶν τῆς ἀρχαίας Δύσεως ἱερῶν Πατέρων οἱ ἐπισημότατοι, Αὐγουστῖνος καὶ Ἱερώνυμος, καὶ Λέων ὁ μέγας, καὶ πάντες σχεδόν συμφώνως πρὸς τοὺς ἀνατολικοὺς τῆς Οἰκουμένης διδασκάλους «καινὸν ἐπιβεβαιοῦσι τὸν τοῖς μάγοις ἐπιφανέντα ἀστέρα καὶ τῶν ἄλλων φωστήρων ἁπάντων λαμπρότατον καὶ κάλλιστον, καὶ ῥᾷστα τὰς τῶν θεωμένων ψυχὰς καὶ τοὺς ὀφθαλμοὺς πρὸς ἑαυτὸν ἐπιστρέφοντα»[1]. ὁ δὲ παλαιὸς Τερτυλλιανὸς καὶ τοὺς μωροὺς τῶν ἐθνικῶν ἀστρολόγους, τοὺς καὶ μαθηματικούς (ὡς προείπομεν) καλουμένους, ἐξελέγχει διὰ τοῦ ἀστέρος λέγων, «Περὶ τοῦ Χριστοῦ ἡ μάθησις σήμερον· Χριστοῦ τὸ ἄστρον, οὐ Κρόνου, οὐδ ̓ Ἄρεως, οὐδ ̓ ἄλλου τινὸς τῶν τοιούτων θνητῶν ἀστέρα τηρεῖ καὶ φοιβάζει. Η γὰρ τῶν ἀστρολόγων ἐπιστήμη μέχρι τοῦ Εὐαγγελίου συγκεχώρητο. Χριστοῦ δὲ ἐπιφανέντος μηδεὶς τοῦ λοιποῦ μηδενὸς τὴν γένεσιν ἐξ οὐρανοῦ ἑρμηνευέτω»[2].
ΙΖ) Τούτοις προστίθει καὶ τοὺς Βυζαντινοὺς ἱστοριογράφους. «Οὐδὲ γάρ, φησὶ Μ. ὁ Γλυκᾶς, ὁ τοιοῦτος ἀστὴρ εἷς ἐτύγχανε τῶν πολλῶν, οὓς ὁ Θεὸς ἐν τῷ στερεώματι κατ' ἀρχὰς ἔθετο· ἀλλὰ δύναμίς τις ἀόρατος ἦν» κτλ[3]. «Τούτους τοὺς μάγους, λέγει ὁ προμνημονευθεὶς ἀνώνυμος, ἐπ' αὐτὸν ἄγει τὸν τόπον οὐράνιος ὁδηγῶν ἀστὴρ»[4].
Ιθ. Ταῦτα καὶ περὶ τοῦ ἀστέρος ἔχεις δι' ἡμῶν παρὰ τῶν ἁγίων ἡμῶν Πατέρων, θεοφιλέστατε Διάκονε. Σὺ δὲ τὴν Χριστοῦ γέννησιν ἑορτάζων, «δράμε (καθὼς εἶπεν ἡ θεολόγος φωνὴ) μετὰ τοῦ ἀστέρος, μετὰ μάγων δωροφόρησον, μετὰ ποιμένων δόξασον, μετὰ ἀρχαγγέλων ὕμνησον, διὰ πασῶν ὅδευσον ἀμέμπτως τῶν ἡλικιῶν Χριστοῦ καὶ δυνάμεων, ζῶν ἐν Χριστῷ, ἵνα καὶ Χριστῷ συνδοξασθῆς καὶ συμβασιλεύσης». Αθήνησι, ᾳωλή. Μαρτ. κέ [5].

 


[1] Leo maga. Homil. 1. de Nativ. S. Ambros. Libr. in Luc.

[2] De Christo scilicet est mathesis hodie, stellam Christi, non Saturni et Martis et cujusqve ex eodem ordine mortueram observat et praedicat. At enim scientix usque ad Evangelium fait concessa, ub› Christo" edito nοmo éxinde nativitatem.. Bersul. De idololatria c. 9, p. 89.

[3] Xρoν. γ. σελ. 389,

[4] Sacr. ab orbe cond. p. 69. 
[
Εὐφυέστατα δὲ συνήρμοσε τὸν τοῦ ἀστέρος ἐκθειασμὸν καὶ  μουσoστερής βασιλὶς Εύδοξία ἐν τοῖς Ὁμηροκέντροις (στίχ. 282) 

[5] «Αστήρ δ ̓ ὡς ἀπέλαμπεἔκειτο δὲ νείατος ἄλλωνΚάλλει παμφαίνωνς τἠλέκτωρ ὑπερίων. . . . ἀρίζηλοι δέ οἱ αὐγαί.

Τὸν μὲν ἀρίζηλον θῆκεν θεός, ὅςπερ ἔφηνε

Παιδ̓ ἐόν. . . . ἐκδ. Teucher].

Την πραγματείαν ταύτην ἔγραψεν ὁ ἀοίδιμος, ὡς καὶ ἡ ἐπιγραφὴ μαρτυρεῖ, τῷ φιλοκάλῳ ἀρχαίῳ αὐτοῦ φίλῳ Κυρίῳ Θεοφάνει τῷ Σιατίστεῖ, ἐν Ἱεροδιακόνοις μὲν τότε διαπρέποντι, νῦν δ ̓ εὐκλεῶς τὸν ἀρχιεπισκοπικὸν τῆς Μαντινείας καὶ Κυνουρίας θρόνον τῇ εὐσεβείᾳ καὶ τοῖς ἀκραιφνέσιν ἑλληνικοῖς φρονήματι κοσμοῦντι, καὶ ἀξίῳ γενομένῳ διαδόχῳ τοῦ ἀειμνήστου ἐκείνου προμάχου τῶν πατρώων δογμάτων, Διονυσίου. Σημ. Ἐκδ.




ΠΗΓΗ ΑΡΘΡΩΝ: ΚΩΝ. ΟΙΚΟΝΟΜΟΥ ΕΞ ΟΙΚΟΝΟΜΩΝ, ''ΤΑ ΣΩΖΟΜΕΝΑ ΕΚΚΛΗΣΙΑΣΤΙΚΑ ΣΥΓΓΡΑΜΜΑΤΑ'', ΤΟΜ. Α΄ ΑΘΗΝΗΙΣΙ ΑΩΞΒ.



                                                            ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ







0 Σχόλια:

Δημοσίευση σχολίου

 
Top