Κανόνες τῆς ἐν Ἀντιοχείᾳ Τοπικῆς ΣυνόδουΚανὼν Α´Πάντας τοὺς τολμῶντας παραλύειν τὸν ὅρον τῆς ἁγίας καὶ μεγάλης συνόδου τῆς ἐν Νικαίᾳ συγκροτηθείσης ἐπὶ παρουσίᾳ τῆς εὐσεβείας τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου, περὶ τῆς ἁγίας ἑορτῆς τοῦ σωτηριώδους Πάσχα, ἀκοινωνήτους καὶ ἀποβλήτους εἶναι τῆς ἐκκλησίας, εἰ ἐπιμένοιεν φιλονεικότερον ἐνιστάμενοι πρὸς τὰ καλῶς δεδογμένα, καὶ ταῦτα εἰρήσθω περὶ τῶν λαϊκῶν. Εἰ δέ τις τῶν προεστώτων τῆς ἐκκλησίας, ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, μετὰ τὸν ὅρον τοῦτον τολμήσειεν ἐπὶ διαστροφῇ τῶν λαῶν καὶ ταραχῇ τῶν ἐκκλησιῶν ἰδιάζειν, καὶ μετὰ τῶν Ἰουδαίων ἐπιτελεῖν τὸ Πάσχα· τοῦτον ἡ ἁγία σύνοδος ἐντεῦθεν ἤδη ἀλλότριον ἔκρινε τῆς ἐκκλησίας, ὡς οὐ μόνον ἑαυτῷ ἁμαρτίας ἐπισωρεύοντα, ἀλλὰ πολλοῖς διαφθορᾶς καὶ διαστροφῆς γινόμενον αἴτιον· καὶ οὐ μόνον τοὺς τοιούτους καθαιρεῖ τῆς λειτουργίας, ἀλλὰ καὶ τοὺς τολμῶντας τούτοις κοινωνεῖν μετὰ τὴν καθαίρεσιν. Τοὺς δὲ καθαιρεθέντας ἀποστερεῖσθαι καὶ τῆς ἔξωθεν τιμῆς, ἧς ὁ ἅγιος Κανὼν καὶ τὸ τοῦ Θεοῦ ἱερατεῖον μετείληφεν.
ΑπάντησηΔιαγραφήΚανόνες τῆς ἐν Ἀντιοχείᾳ Τοπικῆς Συνόδου
Κανὼν Α´
Πάντας τοὺς τολμῶντας παραλύειν τὸν ὅρον τῆς ἁγίας καὶ μεγάλης συνόδου τῆς ἐν Νικαίᾳ συγκροτηθείσης ἐπὶ παρουσίᾳ τῆς εὐσεβείας τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου, περὶ τῆς ἁγίας ἑορτῆς τοῦ σωτηριώδους Πάσχα, ἀκοινωνήτους καὶ ἀποβλήτους εἶναι τῆς ἐκκλησίας, εἰ ἐπιμένοιεν φιλονεικότερον ἐνιστάμενοι πρὸς τὰ καλῶς δεδογμένα, καὶ ταῦτα εἰρήσθω περὶ τῶν λαϊκῶν. Εἰ δέ τις τῶν προεστώτων τῆς ἐκκλησίας, ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, μετὰ τὸν ὅρον τοῦτον τολμήσειεν ἐπὶ διαστροφῇ τῶν λαῶν καὶ ταραχῇ τῶν ἐκκλησιῶν ἰδιάζειν, καὶ μετὰ τῶν Ἰουδαίων ἐπιτελεῖν τὸ Πάσχα· τοῦτον ἡ ἁγία σύνοδος ἐντεῦθεν ἤδη ἀλλότριον ἔκρινε τῆς ἐκκλησίας, ὡς οὐ μόνον ἑαυτῷ ἁμαρτίας ἐπισωρεύοντα, ἀλλὰ πολλοῖς διαφθορᾶς καὶ διαστροφῆς γινόμενον αἴτιον· καὶ οὐ μόνον τοὺς τοιούτους καθαιρεῖ τῆς λειτουργίας, ἀλλὰ καὶ τοὺς τολμῶντας τούτοις κοινωνεῖν μετὰ τὴν καθαίρεσιν. Τοὺς δὲ καθαιρεθέντας ἀποστερεῖσθαι καὶ τῆς ἔξωθεν τιμῆς, ἧς ὁ ἅγιος Κανὼν καὶ τὸ τοῦ Θεοῦ ἱερατεῖον μετείληφεν.