ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΝΑΣΤΑΣΙΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΤΟΥ ΑΓΙΟΥ ΟΡΟΥΣ ΣΙΝΑ
Ες κοιμηθέντας ν Χριστ δελφος Λόγος τρίτος,ναγινωσκόμενος τ Σαββάτ τν Ψυχν

(κ το λληνικο Τυπογραφείου, ν Βενετί 1865)

Τί τοῦτο σήμερον, Ἀγαπητοί, σπουδαίως ὁμοῦ ἐσυνάχθημεν; Διότι ἐκάλεσαν ἡμᾶς οἱ πρὸς Χριστὸν ἀπὸ ἡμᾶς καλεσθέντες Ἀδελφοί· διὸ καὶ προσέλθωμεν προθύμως πρὸς Χριστοῦ ὑμνωδίαν, ὅτι ἀνέστησαν ἡμᾶς, ἵνα ποιήσωμεν δοξολογίαν ἐπὶ τῆς γῆς, οἱ μετὰ Ἀγγέλων δοξολογοῦντες ἐν οὐρανοῖς· καὶ χοροὺς συστησάμενοι, καὶ τράπεζαν ἡμῖν πνευματικὴν παραθέμενοι οἱ τῆς τρυφῆς τοῦ παραδείσου χορταζόμενοι, οἱ τῆς ἐκεῖσε ἐμπεπλησμένοι ἀναπαύσεώς τε καὶ παρακλήσεως· καὶ φῶτα ἀνάψαντες, οἱ τὰς ἑαυτῶν καρδίας φωτίσαντες, καὶ πρὸς τὸ φῶς τὸ ἄδυτον δραμόντες. ῎Ελαβον γὰρ ἀπὸ ἡμᾶς τοὺς Ὁσίους οἱ πρὸς Χριστὸν Ὅσιοι, καὶ μετέστησαν ἀπὸ ἡμᾶς οἱ ποτὲ εὑρισκόμενοι μεθ᾽ ἡμῶν· μετεστάθησαν ἀπὸ ἡμᾶς οἱ καλῶς πρὸς Θεὸν ἐμπορευσάμενοι· ἀφῆκαν ἡμᾶς ὀρφανοὺς καὶ ἀπῆλθον πρὸς τὴν αὐτῶν Πατρίδα· ἀφῆκαν τὴν φθορὰν καὶ πρὸς τὴν ἀφθαρσίαν ἀνῆλθον· ἔλειψαν ἐκ τοῦ κόσμου καὶ πρὸς Χριστὸν ἀνέτειλαν· ἐξῆλθον ἐκ τῆς καλύβης καὶ ἐκατοίκησαν εἰς τὴν Ἱερουσαλήμ· ἀφῆκαν τὴν τοῦ βίου ματαιότητα καὶ ἔφθασαν εἰς τὴν ἄνω μακαριότητα· ἀφῆκαν τὰς ματαίας συγχύσεις καὶ ὥδευσαν εἰς τόπους εἰρηνικούς· ἐξῆλθον ἐκ τοῦ χειμῶνος καὶ τῆς φουρτούνας τοῦ κόσμου, καὶ ἄραξαν εἰς τοὺς γαληνοὺς λιμένας· ἀφῆκαν τὴν τοῦ κόσμου ματαίαν σκιάν καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης ἀνέδραμον. Καὶ γὰρ ὅταν ἦσαν μεθ᾽ ἡμῶν ὡς οὐκ ὄντες μεθ’ ἡμῶν, τὸν νοῦν εἶχον πάντοτε πρὸς τὸν Θεόν· καὶ εὑρισκόμενοι εἰς τὴν γῆν τὸ πολίτευμα εἶχον εἰς τοὺς οὐρανούς· καὶ ζῶντες ἐν σαρκὶ οὐκ ἦσαν ἐν σαρκί· οὐ γὰρ εἶχον ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν ἄνω Ἱερουσαλήμ· οὐκ εἶχον ὧδε πρόσκαιρον πλοῦτον, ἀλλὰ τὸν οὐράνιον πλοῦτον. Ξένοι καὶ παρεπίδημοι ἦσαν, καθὼς πάντες οἱ Πατέρες αὐτῶν· ξένοι τοῦ κόσμου καὶ τῶν τοῦ κόσμου πραγμάτων· ὅτι τὴν ψυχὴν αὐτῶν πάντοτε κατεστόλιζαν, τὰ ἄνω φρονοῦντες, τὰ ἄνω σκοπεύοντες· τὰς ἐκεῖ μονάς, τὰς ἐκεῖ κατοικίας, τὰ ἐκεῖ κάλλη ἐπιθυμοῦντες· τὰς ἄνω χοροστασίας, τὰς ἄνω ὑμνωδίας, τὰς ἐκεῖ ἑορτὰς καὶ αἰώνια ἀγαθὰ καὶ Θεοῦ χαρίσματα. Πρὸς ἐκεῖνα ἐσκόπευον, πρὸς ἐκεῖνα ἔτρεχον, διὰ τοῦτο καὶ ἔτυχον· ἐκοπίασαν, διὸ καὶ εἰσῆλθον εἰς τὴν φωτεινὴν τοῦ νυμφῶνος κατοικίαν· ἐπόνεσαν, διὸ καὶ εὐφραίνονται· δὲν ἀμέλησαν, διὰ τοῦτο καὶ ἀναπαύονται· ἐφρόνησαν, ὅτι τῶν τοῦ κόσμου πραγμάτων κατεφρόνησαν. Ἐξῆλθον ἐκ τοῦ κόσμου καὶ ἀπῆλθον εἰς τὴν χώραν τὴν ἁγίαν καὶ αἰώνιον· ἐξῆλθον ἔξαφνα καὶ ἐπετάσθησαν ὡς χελιδόνες καλόφωνοι· ἐπετάσθησαν ὡς τρυγόνες ἐρημικαὶ καὶ καθαρώταται· ἐχωρίσθησαν τῆς ποίμνης ἡμῶν ὡς ἀρνία καθαρά. Μετέστησαν τῆς μάνδρας καὶ στενάζουσι τὰ πρόβατα· ἀφῆκαν τὴν φωλεὰν ἡμῶν καὶ βοῶμεν ὡς μικρὰ αὐτῶν πουλία· ἐχωρίσθη τὸ μέλος καὶ λυποῦνται τὰ λοιπὰ μέλη· δακρύομεν, ὅτι τῆς συνοδείας σας ἐχωρίσθημεν· στενάζομεν, ὅτι τοὺς χαρακτῆρας σας δὲν βλέπομεν· ὀδυνόμεθα, ὅτι οὕτως ἔξαφνα ἁρπαζόμεθα· ὀδυρόμεθα, ὅτι καὶ ἡμεῖς ὀγλίγωρα ἀπερχόμεθα· λυπούμεθα, ὅτι τῆς ἀρετῆς σας ἐνθυμούμεθα. Τοὺς ὀφθαλμοὺς περιστρέφομεν καὶ τὴν ἀγάπην σας δὲν βλέπομεν· δακρύομεν, ὅτι καὶ τὰ ζῶα δακρύουσιν ἐπὶ τῷ χωρισμῷ τῶν ὁμοφύλων αὑτῶν· ὀδυρόμεθα, ὅτι καὶ οἱ βόες μουγγρίζουν ἐκζητοῦντες τοὺς ὁμοζύγους αὑτῶν· καὶ χελιδόνες βοῶσιν, ἁρπαζομένων τῶν πουλίων αὑτῶν· καὶ ἄρνες κράζουσι, χωριζομένων τῶν ἀδελφῶν αὑτῶν. Ὅτι ἐὰν καὶ εἰς ἐσᾶς εἰς συμφέρον ὁ θάνατος ἐγένετο, ἀλλὰ εἰς ἡμᾶς λύπην ἐποιήσατε· τὸ ἐδικόν σας μαρτύριον ἔγινεν εἰς ἐσᾶς ἐπιθυμητόν, ἀλλὰ εἰς ἡμᾶς ἔγινε θλίψις· «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ, τῶν δὲ ἁμαρτωλῶν ὁ θάνατος πονηρός».

Διὸ καὶ ἔλεγεν ὁ Προφήτης· «ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῶν πταισμάτων μου κυκλώσει με». Ὅτι ἔρχεται ἡμέρα καὶ ὥρα, Ἀδελφοί· ἔρχεται, δὲν θέλει λείψῃ· ὅταν ἀφήσῃ ὁ ἄνθρωπος πάντα, καὶ πάντας καὶ ἀπέλθῃ μόνος καὶ μεμονωμένος, γυμνὸς καὶ ἀβοήθητος, ἀσυνόδευτος καὶ ἀνέτοιμος, καὶ ἀπαῤῥησίαστος, ἐὰν εἰς ἀμέλειαν εὑρεθῇ ἐν ἡμέρᾳ, ὁποῦ δὲν γινώσκει, καὶ ἐν ὥρᾳ, ὁποῦ δὲν παντυχαίνει· εἰς ὅσον χαίρεται καὶ θησαυρίζει, εἰς ὅσον εὐημερεῖ καὶ δὲν μεριμνᾷ διὰ τὴν ψυχὴν αὑτοῦ. Ἔρχεται ἔξαφνα μία ὥρα, καὶ ὅλα παύουσι· μικρὸς πυρετὸς καὶ πόνος καὶ ὅλα εἰς οὐδὲν λογισθήσονται· μία νὺξ βαθεῖα καὶ σκοτεινὴ καὶ ὀδυνηρὰ καὶ φέρεται ὡς κατάδικος ἐκεῖ, ὁποὺ τὸν πηγαίνουσι. Πολλῶν σοι, ἄνθρωπε, τῶν ὁδηγῶν χρεία, πολλῶν σοι τῶν βοηθῶν καὶ εὐχῶν ἐν τῇ ὥρᾳ ἐκείνῃ τοῦ χωρισμοῦ τῆς ψυχῆς σου. Μέγας τότε ὁ φόβος καὶ ὁ τρόμος, μέγα τὸ Μυστήριον καὶ ἡ περίστασις· μεγάλη ἡ διάβασις πρὸς ἐκεῖνον τὸν κόσμον· διότι, ἐὰν ἀπὸ χώραν ἀπερχόμενοι ὁδηγῶν τινων χρειαζόμεθα, πόσον περισσότερον ὅταν ὑπάγωμεν εἰς τὸν ἀπέραντον αἰῶνα, ὅθεν οὐδεὶς ἐκεῖθεν ἐστράφη; Πολλή σοι, λέγω, τότε τῶν βοηθῶν ἡ χρεία ἐν ἐκείνῃ τῇ ὥρᾳ. Ἡ μόνη ὥρα καὶ οὐχὶ ἄλλη ὥρα· ἡ μόνη γέφυρα, καὶ πέραμα ἕτερον μὴ ἔχουσα· τὸ πάντων τέλος καὶ ὁ πάντων φόβος. Σκληρὸν τὸ πέραμα, ἀλλὰ ὅλοι δι᾽ αὐτοῦ ἀπερχόμεθα· στενὴ καὶ τεθλιμμένη ἡ στράτα, ἀλλὰ πάντες δι᾽ αὐτῆς περνῶμεν· πικρὸν καὶ δεινὸν τὸ ποτήριον, ἀλλὰ πάντες αὐτό, καὶ οὐχὶ ἄλλο πίνομεν· μέγα καὶ ἀνεκδιήγητον τὸ τοῦ θανάτου Μυστήριον καὶ οὐδεὶς ἡμῖν δύναται νὰ τὸ διηγηθῇ· ὅτι φρικτὰ καὶ φοβερὰ ἅπερ τότε βλέπει ἡ ψυχὴ ἀλλὰ οὐδεὶς ἀπὸ ἡμᾶς ταῦτα γινώσκει, εἰ μὴ μόνον ἐκεῖνοι οἱ προερχόμενοι. Δὲν βλέπεις, εἰπέ μοι, ὁπόταν πρὸς τοὺς τελευτῶντας Ἀδελφοὺς καὶ ψυχοῤῥαγοῦντας παρακαθήμεθα, ποῖα φοβερὰ βλέπομεν τότε γινόμενα; πῶς ταράσσονται καὶ στενάζουσι, πῶς ἱδρώνουσι ψυχρὸν καὶ πικρὸν ἱδρῶτα, ὥσπερ οἱ θερισταὶ εἰς τὸ χωράφιον; πῶς τοὺς ὀφθαλμοὺς περιστρέφουσιν ἐδῶθεν καὶ ἐκεῖθεν; πῶς μερικοὶ τρίζουσι τοὺς ὀδόντας καὶ τρομάσσουν; πῶς ταράσσονται καὶ τὰς τρίχας αὑτῶν ἀνασπάζουσι; πῶς ἐκ τῆς κλίνης σηκώνονται καὶ φεύγειν βουλόμενοι οὐ δύνανται, διότι βλέπουσιν ἐκεῖνα ὁποὺ οὐδέποτε εἶδαν, καὶ ἀκούουσιν ἐκεῖνα ὁποὺ οὐδέποτε ἤκουσαν καὶ παθαίνουσιν ἐκεῖνο ὁποὺ οὐδέποτε ἔπαθον. Ζητοῦσι τὸν λυτρούμενον καὶ οὐδεὶς λυτρώνει αὐτούς· ζητοῦσι τὸν συνοδεύοντα καὶ οὐδεὶς ὁ συνοδεύων· παρακαλοῦσι καὶ οὐδεὶς ὁ τολμῶν· τοὺς ὁποίους βλέποντες ἡμεῖς τρέχομεν καὶ κλαίομεν καὶ κρατοῦντες τὰς χεῖρας αὐτῶν, ἀσπαζόμενοι τοῖς δάκρυσι βρέχομεν καὶ σφογγίζομεν τὸν ἱδρῶτα τοῦ προσώπου αὐτῶν καὶ τοὺς ὀφθαλμοὺς ἀσπαζόμεθα, τὴν δὲ γλῶσσαν φλεγομένην δροσίζομεν ὕδατι· τὰ αὐτία ἡμῶν σιμώνοντες, ἵνα τῶν μικρῶν λογίων αὐτῶν ἀκούσωμεν, εἶτα καὶ ἐρωτῶμεν αὐτοὺς λέγοντες· πῶς βλέπεις σεαυτόν, ἀδελφέ; μὴ οὖν φοβοῦ, ὅτι φιλάνθρωπός ἐστιν ὁ Θεός.

Ταῦτα πρὸς αὐτοὺς λέγοντες καὶ τὰ στήθη τοῖς δάκρυσι βρέχομεν καὶ τὴν καρδίαν κατακαιόμεθα, ὅτε ταῦτα λέγωμεν. Οὐκ ἔστιν εἰς ἡμᾶς τότε ἔρωτας πονηρός, οὐκ ἔστι τότε χρημάτων φροντίδα καὶ φαγητῶν. Ἀλλὰ βλέποντες τὸ μέγα τοῦ θανάτου Μυστήριον τρέμομεν καὶ τὰς κεφαλὰς ἡμῶν κινοῦμεν καὶ τὸ ὄμμα στυγνάζοντες, ἑαυτοὺς ταλανίζομεν, οὐαί, οὐαὶ ἡμῖν λέγοντες, ὁπόταν πρὸς ἡμᾶς ὁ ἐρχόμενος, εἰς ὅλους ἡμᾶς ἀποχαιρετᾷ καὶ λέγει: Ἔῤῥωσθε, Ἀδελφοί μου καλοί, ἔῤῥωσθε καὶ ὑπὲρ ἐμοῦ τῇ ὥρᾳ ταύτῃ ἀναστάντες προσεύξασθε· ὅτι εἰς ὁδὸν μακρὰν ἀπέρχομαι, εἰς τὴν ὁποίαν οὐδέποτε ἐπεριπάτησα· καὶ εἰς χώραν ξένην, ὅπου οὐδεὶς ἐκεῖ μὲ γνωρίζει· καὶ εἰς κόσμον φοβερόν, ὅθεν οὐδεὶς ἐστράφηκε. Λοιπὸν σώζεσθε, Ἀδελφοὶ καὶ φίλοι, ὅτι ἐγὼ πλέον οὐκ εἰμὶ φίλος, ἀλλὰ ξένος. Σώζεσθε πάντες, καὶ δεῦτε καταλάβετε· ἀναμένομέν σας γὰρ ἐκεῖ, ἵνα ἔλθετε, ἐγὼ δὲ πλέον δὲν ἔρχομαι πρὸς ἐσᾶς. Εἴ τι οἴδαμεν, οἴδαμεν, εἴ τι ἐπράξαμεν, ἀπολαμβάνομεν. Φέρομαι καὶ οὐ γινώσκω ποῦ ἀπέρχομαι· νῦν εἴ τι δ᾽ ἂν ἐπὶ τῆς γῆς ἐθησαύρισα, τοῦτο μοι ὄφελος· ἐάν τινα ἠλέησα, αὐτῇ τῇ ὥρᾳ ἐλεηθήσομαι· ἐάν τινα ἐσκέπασα, νῦν σκεπασθήσομαι· ὅτι βαρεῖα καὶ πικρὰ αὕτη ἡ ὥρα τοῦ χωρισμοῦ τῆς ψυχῆς μου ὑπὲρ πᾶσαν ὥραν· ὅτι ἀνέτοιμος ἐπάρθηκα· σκοτεινή μοι ἡ παροῦσα νύξ· ὅτι ἄκαρπος ἐκόπηκα, βαρεῖα μοι ἡ ἀπολογία. Δῶρα οὐκ ἔχω καὶ παρακαλῶ σας, δακρύσατε ἐπ᾽ ἐμοί· συμπαθήσατε καὶ προσεύξασθε πρὸς Κύριον, ἵνα εὕρω ἐκεῖ μικρὰν ἄνεσιν· ἵνα λάβω ἐκεῖ μικρὸν ἔλεος, ὅτι πολλὰ ἥμαρτον. Καὶ τί μοι κηρία ἀνάπτετε, Ἀδελφοί; ὅτι ἐγὼ τὴν λαμπάδα τῆς ψυχῆς μου δὲν ἄναψα. Τί δέ με ἐνδύματα λαμπρὰ ἐνδύετε; ὅτι οὐκ ἔχω ἐμαυτῷ γάμου ἔνδυμα. Τί δέ μου καὶ μὲ ὕδωρ τὸ σῶμα ἐπλύνετε; ὅτι οὐκ ἔπλυνα ἐμαυτὸν τῷ τῶν δακρύων ὕδατι. Τί δέ με καὶ εἰς τάφον μετὰ ὁσίων κατατίθετε, ὧν τὸν βίον καὶ τὸν τρόπον οὐκ ἔπραξα; Οἴμοι πῶς ἐμαυτὸν ἐπλάνεσα καὶ ἐνέπαιξα λέγων ὅσον εἰὶ νέος, ἀπολαύσω τῆς τοῦ κόσμου χαρᾶς, θεραπεύσω μου τὴν σάρκα, καὶ ἐν ὑστέροις μετανοῶ, ὅτι ὁ Θεὸς φιλάνθρωπος ὤν, πάντως ποιήσει μου τὴν συγχώρησιν. Ταῦτα ἐννοῶν καθ᾽ ἡμέραν, τὴν ζωήν μου κακῶς ἐξωδίασα· ἐδιδασκόμην, καὶ οὐ προσεῖχον· ἑρμηνευόμην, καὶ κατεγέλων· ἤκουα τῶν Γραφῶν, καὶ ὡς μὴ ἀκούων ἐποίουν· ἤκουον περὶ κρίσεως καὶ θανάτου, καὶ ὡς ἀθάνατος καὶ αἰώνιος κατεφρόνουν· καὶ ἰδοὺ ἀνέτοιμος ἀπέρχομαι, καὶ οὐδεὶς ὁ βοηθῶν· ἰδοὺ ἀμετανόητος ἐφθάσθηκα, καὶ οὐδεὶς ὁ ἀπαλλάττων· ἰδοὺ δέομαι, καὶ οὐδεὶς ὁ εἰσακούων· ἰδοὺ καταδικάζομαι, καὶ οὐδεὶς ὁ λυτρούμενος. Δικαία ἡ κρίσις τοῦ Θεοῦ· ποσάκις μετανοεῖν συνετασσόμην, καὶ πάλιν χειρότερον ἔπραττον· ποσάκις μὲ ἠλέησεν, ἐγὼ δὲ παρώργιζα.

Ταῦτα πολλάκις τοῦ τελευτῶντος πρὸς ἡμᾶς διαλεγομένου, ἔξαφνα δένεται ἡ γλῶσσα αὐτοῦ, ἀλλοιοῦν οἱ ὀφθαλμοί, χάνεται ὁ νοῦς, σιγᾷ τὸ στόμα, κωλύεται ἡ φωνή. Ὁπόταν αἱ Δεσποτικαὶ Δυνάμεις ἔλθωσιν, ὅταν αἱ φοβεραὶ στρατιαὶ φθάσωσι, καὶ καλοῦσι τὴν ψυχὴν ἐκ τοῦ σώματος, ὅταν οἱ ἀπαρακάλεστοι ὑπηρέται εἰς τὸ Κριτήριον βιαίως ἀποφέρονται, ἐμβλέψας εἰς αὐτοὺς ὁ ταλαίπωρος ἄνθρωπος, κἂν Βασιλεύς εἶναι, κἂν Δυνάστης καὶ Τύραννος, κἂν Κοσμοκράτωρ, ὅλος τρέμει, ὡς φύλλον ὑπὸ ἀνέμου, ὅλος σπαράσσεται καὶ ἐξίσταται βλέπων δυνάμεις φοβερὰς καὶ μορφὰς ξένας καὶ δυνατάς· βλέπων πρόσωπα τρομακτικὰ καὶ αὐστηρά· βλέπων τάξιν, ἣν οὐδέποτε εἶδε καὶ πρὸς ἑαυτὸν ἐννοῶν λέγει· Εὐλογητὸς ὁ μόνος ἀθάνατος καὶ αἰώνιος Βασιλεύς.[…]

Εὐλογητὸς ὁ μόνος ἀθάνατος καὶ αἰώνιος Βασιλεύς. Τί ἐστι πρὸς ταῦτα τὰ Βασίλεια, ἐπίγειος Βασιλεία; τί ἐστιν ἐξουσία τῶν ἀνθρώπων ἡ ματαία καὶ ἀπάνθρωπος; ἰδοὺ ἀληθῶς Στρατιαὶ αἱ Οὐράνιαι˙ ἰδοὺ μορφαὶ φοβεραὶ τοῦ μόνου φοβεροῦ˙ ἰδοὺ ὑπηρέται δυνατοὶ τοῦ μόνου δυνατοῦ Θεοῦ. Καὶ ταῦτα ὁ τότε φερόμενος βλέπων μόνον, πρὸς ἡμᾶς πλέον δὲν κυττάζει, ἀλλὰ πρὸς τὰς δυνάμεις, ὁποῦ τὸν κράζουσι βλέπει, καὶ ἐξίσταται˙ ἴσως δὲ καί τινας δεήσεις ὑποψιθυρίζων, καθὼς ἡ γλῶσσα δύναται, παρακαλεῖ αὐτούς˙ ἀπὸ τῶν ὁποίων λογίων καὶ σχημάτων πολλάκις οἱ παραστεκόμενοι νοοῦμεν, ὅτι τὰς δεσποτικὰς Δυνάμεις ὁρᾷ, καὶ ὅλοι σύντρομοι γενέμενοι φρίττομεν, καὶ πρὸς ἀλλήλους διανεύοντες, λέγομεν˙ ἡσυχάσατε δή, ἡσυχάσατε, καὶ τὸν κατακείμενον μὴ συγχύσετε˙ εἰρηνεύσατε καὶ σκοπήσατε, καὶ τὸν κατακείμενον μὴν ἐνοχλήσετε˙ σιωπήσατε καὶ μὴ λαλεῖτε, ἵνα μὴ αὐτὸν θορυβήσετε˙ μὴ θρηνήσετε, ἵνα μὴ αὐτὸν ταράξετε. Προσεύξασθε, ἵνα μετὰ εἰρήνης ἡ ψυχὴ αὐτοῦ ἐξέλθῃ˙ δεήθητε, ἵνα τόπον ἀνέσεως λάβῃ˙ προσεύξασθε, ἵνα φιλανθρώπους Ἀγγέλους ἔχῃ˙ προσπέσατε, ἵνα ἐν ἡμερότητι τὸν Δεσπότην εὕρῃ˙ εὐωδίαν θυμιάσατε, ὅτι τὴν Ἀγγελικὴν παρουσίαν εἶδε˙ παρακαλέσατε, ὅτι εἰς μεγάλον κόπον τώρα παραστέκεται˙ σκοπήσατε, ὅτι καὶ ἐσεῖς τοῦτο παθεῖν ἔχετε˙ ἐμβλέψατε καὶ τοῦ Μυστηρίου τούτου μὴ ἀστοχήσετε, καὶ τῆς ὥρας ταύτης φροντίσατε. Τί γάρ ἐστιν ἄνθρωπος; Οὐδέν˙ σκώληξ, τέφρα, σκιά, καὶ ὄνειρον. Ἰδέ, διέβη, καὶ ἀπῆλθεν, ἔπαυσε καὶ κατεσίγησεν ἐκεῖνος ὁ πολύς, ὁ ἀνδρειωμένος, ὁ Τύραννος, ὁ Δυνάστης, ὁ ὑψηλός, ὁ εἰς πάντας φοβερὸς κεῖται ὡς πρόβατον. Ἰδέ, ἀπῆλθε, καὶ παρῆλθεν, ὁ φανείς, ὡς μὴ φανείς˙ ὁ γεννηθείς, ὡς μὴ γεννηθείς˙ ὁ πολὺς ὑπὲρ πολλούς, ἔγεινεν ὡς οὐδεὶς ὁ δένων, ἐδέθη, καὶ ἰδοὺ τὸν ὑπάγουσιν˙ «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ».

Τότε παραλαβόντες οἱ Ἄγγελοι τὴν ψυχήν, διὰ τοῦ ἀέρος ἀπέρχονται, ἐν ᾧ ἵστανται Ἀρχαὶ καὶ Ἐξουσίαι, καὶ οἱ Κοσμοκράτορες τῶν ἐναντίων δυνάμεων˙ οἱ πικροὶ ἡμῶν κατήγοροι, οἱ σκληροὶ τελῶναι καὶ λογοθέται, καὶ φορολόγοι ἐν τῷ ἀέρι συναπαντῶντες, λογοθετοῦντες, καὶ ἐξετάζοντες˙ προσφέροντες τὰ τοῦ ἀνθρώπου ἁμαρτήματα καὶ χειρόγραφα, τὰ ἐν νεότητι καὶ ἐν τῷ γήρει, τὰ ἑκούσια, καὶ ἀκούσια, τὰ δι’ ἔργων καὶ λόγων καὶ ἐνθυμήσεων. Πολὺς ὁ φόβος ἐκεῖ καὶ ὁ τρόμος τῆς ἀθλίας ψυχῆς˙ ἀδιήγητος ἡ ἀνάγκη, ἣν ἔχει τότε ὑπὸ τοῦ πλήθους τῶν μυριάδων ἐχθρῶν αὐτῆς, κρατουμένη, συκοφαντουμένη, ἐμποδιζομένη, ἵνα μὴ πρὸς οὐρανοὺς ἀνέλθῃ, ἵνα μὴ ἐν φωτὶ καὶ ἐν χώρᾳ ζώντων κατοικήσῃ. Καὶ ἡ μὲν  ψυχὴ ἀποφέρεται ὑπὸ τῶν ἁγίων Ἀγγέλων, ἡμεῖς δὲ τὸ θνητὸν σῶμα κηδεύσαντες, καὶ ὡς ξένον ἐκ τοῦ οἴκου αὐτοῦ εὐγάνοντες, πρὸς τὸν τάφον σπουδαίως τὸ φέρνομεν τότε. Καὶ ἐκεῖ βλέπομεν ἄλλο μέγα καὶ φοβερώτατον Μυστήριον, κατανοοῦντες τοὺς νεκρούς, τοὺς Βασιλεῖς καὶ ἰδιώτας, τοὺς Τυράννους καὶ δούλους ὅλους ὡς χῶμα γενομένους, ὡς κονιορτὸς καὶ δυσωδία, ὡς μία σαπρία καὶ σκώληξ˙ ὡς ὁ μαῦρος Ἀράπης, οὕτω καὶ ὁ εὔμορφος˙ ὡς ὁ νέος, οὕτω καὶ ὁ γέρων˙ ὡς ὁ παράλυτος, οὕτω καὶ ὁ δυνατός˙ καὶ ὅλοι ἕνας κονιορτὸς γενόμενοι, ὅτι γῆ εἶναι, καὶ εἰς γῆν ὑπάγουν˙ οὓς πολλάκις, βλέπομεν κατακειμένους εἰς τοὺς τάφους, καὶ ὑποδείχνομεν ἀλλήλοις με τὸν δάκτυλον, λεγοντες˙ ἰδὲ ὁ δεῖνας, καὶ ὁ δεῖνας. Οὗτος εἶναι ὁ δεῖνας Βασιλεύς, καὶ οὗτος ὁ δεῖνας Τύραννος, καὶ οὗτος ὁ δεῖνας Στρατηγός. Οὗτος ὁ τοῦ δεῖνος ἔγκονος, καὶ αὕτη τοῦ δεῖνος ἡ θυγάτηρ˙ αὕτη ποτὲ στολισμένος νεώτερος. Ταῦτα πολλάκις μετὰ στεναγμοῦ λέγομεν εἰς τοὺς τάφους, καὶ δακρύομεν, καὶ βλέπομεν τὸ μέγα Μυστήριον, ὅτι πᾶσα ἡλικία ἐκεῖ κατελύθη˙ πᾶς ὀφθαλμὸς ἐκεῖ ἐσβέσθη, πᾶν καλόφωνον στόμα ἐκεῖ ἐφράγη˙ πᾶσα γλῶσσα γοργή, ἐκεῖ ἐσίγησε˙ πᾶσα εὔμορφη ἡλικία, ἐκεῖ συνετρίβη˙ πᾶσα ἀρχὴ τῶν Ἀρχόντων, ἐκεῖ ἔπαυσεν˙ ἐκεῖ κατέπαυσε πᾶς ὁ μάταιος κόπος καὶ μόχθος τῶν ἀνθρώπων. Λαλοῦμεν, καὶ οὐδεὶς ὁ προσέχων˙ ἐξ ὀνόματος κράζομεν τοὺς κεκοιμημένους λέγοντες˙ ποῦ ἀπήλθετε, Ἀδελφοὶ ἡμῶν, καὶ πῶς εὑρίσκεσθε; δότε ἡμῖν φωνήν, καθὼς ἐλαλεῖτε ποτέ, ἐσεῖς οἱ ἐξ ἡμῶν τὸν κόσμον ἀφήσαντες˙ ἐκάθισεν ἡ ψυχὴ εἰς τὸν τόπον, καθὼς τῆς ἔπρεπε κατὰ τὴν τάξιν καὶ ἀξίαν αὐτῆς; αὕτη δὲ ἡ πρὸ τῶν ὀφθαλμῶν ἡμῶν ἐν τῷ τάφῳ κειμένη κόνις, αὕτη ἡ δυσωδία καὶ τὰ κόκκαλα καὶ τὰ σώματα εἶναι ἐκείνων τῶν νέων καὶ νεανίδων, ὁποῦ ἠγαπᾶτε ποτέ; αὕτη ἐστὶν ἡ σὰρξ ὁποῦ ἀγκαλιάζετε, καὶ ἀκολάστως ἐφιλεῖτε; οὗτος ὁ βρῶμος, ἐκεῖνο τὸ πρόσωπον ἐστίν, ὅπερ νυκτὸς καὶ ἡμέρας ἀχορτάστως κατεφιλεῖτε; αὕτη ἡ ὕλη ἡ ῥυπαρὰ ἡ σάρκα ἐκείνη ἐστίν, ὁποῦ ἀγκαλιάζεσθε, καὶ ἁμαρτάνετε; Διὸ βλέπετε ἀκριβῶς, καὶ πιστεύσατε οἱ ἐν σαρκὶ ὄντες καὶ ἐν βίῳ τῷ ματαίῳ˙ γνωρίσατε, ὅταν εἰς ταῖς κλίναις σας ἀφίνετε ταῖς συμβίαις σας, καὶ μὲ ταῖς πόρναις συμπλέκεσθε˙ ὅταν εἰς τὸν βόρβορον ἐγκυλίεσθε, γνωρίσατε, ὅτι ὅλα τὰ μέλη ὁποῦ ἐκατασπάζεσθε, δυσωδίαν καὶ κοπρίαν ἐφιλεῖτε˙ μάθετε, ὅτι ὁπόταν τὴν ἐπιθυμίαν εἰς αὐτὰ ἐξανάπτετε, σκώληκα καὶ σαπρίαν ἐπιθυμεῖτε. Μὴ πλανᾶσθε, ὦ νέοι καὶ νεάνιδες ἄγνωστοι, εἰς τὸ μάταιον κάλλος τῆς νεότητος˙ ὅτι καὶ ἡμεῖς καθὼς αὐτοὺς τοὺς σαπημένους νεκρούς, ὁποῦ βλέπετε ἐν τῷ κόσμῳ, ποτὲ ἐφαντάσθημεν, καὶ ἐστολίσθημεν, καὶ ἐμερίσθημεν, καὶ ἠγαπήσαμεν, καὶ ἀπολαύσαμεν, καὶ ἐχαρήκαμεν, καὶ τώρα, ὡς βλέπετε, εἰς πηλὸν καὶ δυσωδίαν ὅλα κατήντησαν. Λοιπὸν μὴ πλανηθῆτε, ἀλλὰ παρ’ ἡμῶν τῶν προλαβόντων, καὶ ἐν τῷ τάφῳ κειμένων, διδάχθητε, καὶ σωφρονισθῆτε, καὶ πιστεύσατε, ὅτι εἶναι ἐν τῷ ᾍδῃ κρίσις, καὶ κόλασις ἀτελεύτητος˙ εἶναι σκότος ἀφώτιστον, καὶ γέεννα, καὶ σκώληξ ἀκοίμητος, εἶναι κλαυθμὸς ἀσίγητος, καὶ βρυγμὸς ὀδόντων ἀκατάπαυστος˙ εἶναι θλίψις ἀνιάτρευτος καὶ κρίσις ἀπροσωπόληπτος, καὶ εἶναι ὑπηρέται ἀσυγχώρητοι, καὶ πένθος πικρὸν καὶ αἰώνιον. Ταῦτα εἰ καὶ μὴ διὰ λόγων, ἀλλὰ διὰ πραγμάτων πρὸς ἡμᾶς, Ἀδελφοί, οἱ ἐκεῖ προλαβόντες διδάσκουσιν ὥσπερ ἡμεῖς ἐνθυμούμενοι, ἐδιψῶμεν ὡς ὕδωρ πικρόν τι μαθεῖν, ἢ ἀκοῦσαι, ἢ γνῶναι, τὸ ποῦ ἆρα εἰσὶν αἱ τούτων ψυχαί, ἢ ἄνω, ἢ κάτω, ἢ ἆρα νῦν βλέπουσιν ἡμᾶς, ἢ χαιρετῶμεν αὐτοὺς ἐκεῖ, ἢ τοὺς γνωρίζομεν.


 Ἀλλὰ οὐδεὶς ταῦτα εἶδεν, ὅτι οὐδεὶς ἐκεῖθεν ἐστράφη, ἵνα μηνύσῃ περὶ τῶν ἐκεῖ, ποῦ εἰσιν˙ ἀλλὰ ἀπετείχισεν αὐτὰ ἀπὸ ἡμᾶς ὁ Θεός, καὶ ἀπέκρυψεν, ἕως καὶ ἡμεῖς ἀπέλθωμεν, καὶ ἀπολάβωμεν τῶν ἐκεῖ, ὁπόταν ἐκ νεκρῶν ἀναστῶσιν ἅπαντες, καὶ παρασταθῶμεν, καὶ ἐξομολογούμεθα, καὶ λογοθετούμεθα εἰς ἐκεῖνο τὸ μέγα καὶ ἀδιήγητον Κριτήριον. Ὅτε ὁ φοβερὸς Κριτὴς ἐξ οὐρανοῦ ἔλθῃ να κρίνῃ πᾶσαν τὴν οἰκουμένην, ἀπὸ Ἀνατολῶν ἕως Δυσμῶν˙ ὅτε αἱ φωναὶ τῶν φοβερῶν ἐκείνων σαλπίγγων λαλήσωσιν˙ ὅτε ἡ Κτίσις πᾶσα φόβῳ καὶ τρόμῳ κλονείται καὶ ταράσσεται˙ ὅτε οἱ τάφοι ἀνοίγωνται, καὶ πᾶσα σάρκα ἀνίσταται γυμνὴ καὶ τετραχηλισμένη˙ ὅτε πᾶν στόμα φραγήσεται, καὶ πᾶσα γλῶσσα ἐξετασθήσεται˙ ὅτε ὁ τοῦ πυρὸς ποταμὸς ῥεύσει ἔμπροσθεν τοῦ Κριτοῦ περὶ τοῦ ὁποίου λέγει ὁ Δανιήλ˙ «Ἐθεώρουν ἕως οὖ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισεν». Ὁ θρόνος αὐτοῦ φλὸξ πυρός˙ οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον˙ ποταμὸς πυρὸς ἔτρεχεν ἔμπροσθεν αὐτοῦ˙ χίλιαι χιλιάδες ὑπηρετοῦσαν αὐτῷ, καὶ μύριαι μυριάδες περέστεκον αὐτῷ. Κριτήριον ἐκάθησε, καὶ Βίβλοι ἠνεῴχθησαν.

.         Ἐκείνη ἐστὶν ἡ ἡμέρα καὶ ὥρα, περὶ ἧς λέγει ὁ Δαβίδ˙ «Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῶν πταισμάτων μου κυκλώσει». Ἐκείνην τὴν ἡμέραν κατηράσαντο ὁ Ἰώβ, λέγων˙ «Καταράσεται αὐτὴν ὁ καταρώμενος, τὴν ἡμέραν ἐκείνην ὁ μέλλων παλαῖσαι τὸ μέγα θηρίον τὸν Διάβολον». Περὶ ἐκείνης τῆς ἡμέρας καὶ ἕτερος Προφήτης λέγει˙ «Ἰδοὺ ἡμέρα ἔρχεται, λέγει Κύριος»˙ καὶ τὶς νὰ ὑπομείνῃ τὴν ἡμέραν ὁποῦ νὰ ἔλθῃ; Ὅταν ὁ Θεὸς φανερῶς ἔλθῃ, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται, καὶ γύρωθεν αὐτοῦ καταιγίδα τρομακτική, προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν, τοῦ διακρίαι τὸν λαὸν αὐτοῦ, καὶ πᾶσαν σάρκα εἰς τὸ φοβερὸν ἐκεῖνο Κριτηριον˙ ὅπου οὐ ἔστι μικρὸς ἢ μέγας, δοῦλος καὶ ἐλεύθερος˙ ὅπου οὐκ ἔστι Βασιλεύς, ἢ ὑποκείμενος˙ ἀλλὰ ἴσια κατάδικοι, ὅλοι δεδεμένοι, ὅλοι γυμνοί, ἀπερίσπαστοι, τρέμοντες, κλαίοντες, ταρασσόμενοι, ἀγωνιῶντες, μεριμνῶντες καθ’ ἕνας τί νὰ εἴπῃ, ἤ τί ἀπολογήσεται τῷ Κριτῇ περὶ τῶν κακῶν ὧν ἔπραξε. Ποῦ ἐκεῖ τῶν Βασιλέων ἡ φαντασία; ποῦ ἡ τῶν ἀφρόνων ὑπερηφανία; ποῦ ἡ τῆς νεότητος κακία; ποῦ ὁ στολισμὸς τῶν ἐνδυμάτων; ποῦ οἱ παραστεκάμενοι καὶ παρατρέχοντες δοῦλοι; ποῦ ὁ χρυσὸς καὶ ὁ ἄργυρος; ποῦ τὰ χροσοχάλινα ἄλογα; ποῦ τὰ μυρίσματα, καὶ τὰ καπνίσματα τὰ ἀπολλύμενα; ποῦ τὰ νυκτὸς καὶ ἡμέρας γινόμενα συμπόσια; ποῦ οἱ μετὰ χορῶν καὶ τυμπάνων τὸν οἶνον πίνοντες, τοῦ δὲ Θεοῦ καὶ τῶν πενήτων καταφρονοῦντες; Οὐδὲν τούτων εἶναι ἐκεῖ, ἀλλὰ πικρὸν οὐαὶ˙ οὐκ ἔστιν ἐκεῖ πλουτῆσαι, ἀλλὰ φρίξαι καὶ τρομάξαι˙ δεν εἶναι ἐκεῖ εὐημερία, ἀλλὰ μέγας σκοτασμός˙ οὐκ ἔστιν ἐκεῖ χορεῦσαι, ἀλλὰ θρηνῆσαι˙ οὐκ ἔστιν ἐκεῖ νεότητος φαντασία, ἀλλὰ ἐν τῷ ᾍδῃ ἐξορία˙ οὐκ ἔστιν ἐκεῖ παρακάλεσις ἐν ἐκείνῃ τῇ φοβερᾷ ὥρᾳ, ἀλλὰ δικαίᾳ ἀκριβῆς ἀνταπόδοσις. Ἐὰν ἐποίησας ὦδε˙ τοῖς πτωχοῖς συμπάθειαν, καλοὶ μάρτυρες εἰς τὸν Χριστὸν καὶ παρακαλεσταὶ διὰ σοῦ οἱ ἐλεηθέντες παρὰ σοῦ πένητες, οἱ ὀρφανοὶ καὶ χῆραι, οἱ ξένοι, καὶ τυφλοί, καὶ ἀδύνατοι, οἱ ἐν ἐρήμοις, καὶ ἐν φυλακαῖς, καὶ ἐν ἐξορίαι. Μεγάλοι σου βοηθοὶ οὗτοι τότε γενήσονται, ὑποδείχνοντες τῷ Χριστῷ ὅσα αὐτοῖς δέδωκας, ἅπερ αὐτοὺς ἐσκέπασας, καὶ ἔθρεψας, καὶ ἀνέπαυσας, ὡς Ἀδελφοὶ ὄντες τοῦ Χριστοῦ. Διότι ἐὰν ἕνας Ἀδελφὸς ἐδυνήθη πολλάκις να παρακαλέσῃ Βασιλέα τὸν ἑαυτὸν Ἀδελφόν, πόσῳ μᾶλλον, ὅταν παρακαλῇ πλῆθος Ἀδελφῶν;

.          Ὅτι δὲ Ἀδελφοὺς ὀνομάζει ὁ Χριστὸς ἐκεῖ τοὺς πένητας ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς Κρίσεως, ἄκουσον αὐτοῦ πρὸς τοὺς ἐκ δεξιῶν αὐτοῦ τότε παρισταμένους λέγοντος˙ «Εἰς ὅσον ἐποιήσατε τῶν Ἀδελφῶν μου τούτων». Ὑποδείκνυσιν αὐτοὺς μὲ τὸν δάκτυλον, τοὺς ἐκεῖ καθημένους πρὸς τοὺς πόδας αὐτοῦ πένητας. Τίς ἆρα ἄξιος, καὶ μακάριος ἐν ἐκείνῃ τῇ ὥρᾳ, ὅτε πάντες οἱ Ἄγγελοι, καὶ οἱ ἄνθρωποι τρέμουσι, νὰ ὀνομασθῇ Ἀδελφὸς τοῦ Χριστοῦ; Πόσων θησαυρῶν, πόσων στεφάνων, πόσου πλούτου εἶναι ὑψηλοτέρα ἡ τοιαύτη φωνή; Τίνες ἆρα εἶναι ἐκεῖνοι, ἵνα μακαρίσωμεν αὐτούς; οἵ τινες ἐν τῇ φρικτῇ ὥρᾳ ἐκείνῃ τῆς Κρίσεως ἔρχονται θαῤῥετῶς μὲ παῤῥησίαν ἄφοβον, καὶ ὡς Πατέρα γνήσιον τὸν Χριστὸν γινώσκοντες, καὶ ἀκριβῶς γνωρίζοντες, ὅτι ὡς υἱοὺς καὶ φίλους οὕτως ὑποδέξεται αὐτούς, ὡς καθαρῶς δουλεύσαντας αὐτῷ, καὶ φιλάξαντας αὐτοῦ τὰς ἐντολάς; Τὶς ἆρα ἐκεῖνος ὁ τρισμακάριος, τὸν ὁποῖον βλέψας ὁ Χριστὸς καθήμενος ἐπὶ θρόνου εἰσερχόμενον πρὸς αὐτὸν ὑποδέξεται, καὶ ὑπαντήσει αὐτὸν ἱλαρῷ τῷ προσώπῳ, καὶ περιχαρεῖ τῷ βλέμματι, καὶ εὐμενεῖ παῤῥησίᾳ, καὶ ὡς ἀπὸ ξένων ἀπὸ χρόνου ἐρχόμενον υἱὸν καὶ φίλον καταφιλήσῃ, καὶ τοιαῦτα πρὸς αὐτὸν εἴπῃ; Φίλε ἀγαθὲ καὶ πιστέ, καλῶς ᾖλθες, ὁ τροφεύς μου, ὁ ξενοδόχος μου, ὁ σκεπαστής μου, εὐχαριστῶ τῆς προαιρέσεώς σου, καὶ δὲν ἀλησμονῶ τῆς ἀγάπης σου˙ ἐνθυμᾶσαι τὰ ὅσα ἀγαθά μοι ἐποίησας; γινώσκεις πῶς μὲ ἀνέπαυσας εἰς τὸν οἶκόν σου; Εἶτα κρατήσας αὐτὸν ὁ Χριστὸς ἐκ τῆς χειρός, κατέμπροσθεν ὅλης τῆς μεγάλης ἐκείνης Πανηγύρεως, ἐνώπιον Ἀγγέλων, καὶ Ἀρχαγέλλων, καὶ πάσης ἀρχῆς, καὶ ἐξουσίας, Προφητῶν, Ἀποστόλων, Ὁσίων, καὶ Δικαίων, καὶ στήσας αὐτὸν εἰς τὸ μέσον, θέλει τὸν ἀνακηρύξῃ, λέγοντας εἰς ὅλους διὰ αὐτὸν δακτυλοειδῶς˙ Οὗτος ὁ ἄνθρωπος, πεινῶντά με εἶδε ποτέ, καὶ ἔθρεψε˙ διψῶντα, καὶ ἐπότισε˙ ῥιγοῦντα, καὶ ἐσκέπασε˙ ξένον, καὶ ὑπεδέξατο˙ ἀσθενοῦντα μὲ ἰδέ, καὶ βαστάσας, ἐν τῷ οἴκῳ αὐτοῦ εἰσήγαγέ με˙ τοὺς πόδας μου ἔνιψε, τὰς χεῖρας μου ἔπλυνε, καὶ ἐπὶ τῆς κλίνης αὐτοῦ ὁλοψύχως ἀνέπαυσέ με˙ ἐν ἀνάγκῃ μὲ ἴδε, καὶ ἐλύτρωσε, ἐν φυλακῇ μὲ εὗρε, καὶ ἠγόρασε˙ διὸ καὶ ἐγὼ λέγω αὐτῷ˙ Καλὲ δοῦλε, ἀγαθέ, καὶ πιστέ, ἐπειδὴ εἰς ὀλίγα ἔγεινες πιστός, εἰς πολλὰ νὰ σὲ καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου˙ ἀπόλαυσον τῆς τρυφῆς τοῦ Παραδείσου μου, εἴσελθε εἰς τὴν ζωὴν τὴν αἰώνιον˙ καὶ οὐ μόνον δὲ ταῦτα εἴπῃ ὁ Χριστὸς τοῖς εὐαρεστήσασιν αὐτῷ, ἀλλὰ καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν ὑπηρετήσει αὐτούς.

.           Ἵνα οὖν καὶ ἡμεῖς τοιαύτης τιμῆς καὶ φωνῆς, καὶ δόξης ἀπολαύσωμεν, ἂς προλάβωμεν, ἵνα μὴ ἔξω μείνωμεν˙ ἂς σπουδάσωμεν, Ἀγαπητοί, ἵνα καταλάβωμεν˙ ἂς ἀφήσωμεν τὰς ματαίας ὀκνηρίας ἐκείνας˙ ἂς ἀποῤῥίψωμεν τὰς ψευδεῖς ἐλπίδας. Μὴ πλανηθῶμεν πλέον, καὶ ἐμπαίξῃ ἡμᾶς ὁ πονηρός˙ μὴ ῥίψῃ ἡμᾶς εἰς τὴν σήμερον, καὶ αὔριον ὁ δόλιος λογισμός˙ διότι πολλοὶ πολλὰ βουλευσάμενοι, εἰς τὴν αὔριον οὐκ ἔφθασαν, ἀλλὰ ἔξαφνα ἡρπάγησαν ὥσπερ τὸ πουλίον ἀπὸ τὸ γεράκιον, καὶ ὡς τὸ ἀρνίον ἀπὸ τὸν λύκον, καὶ ὡς ὁ αἰχμάλωτος ὑπὸ τοῦ λῃστοῦ, μήτε λαλῆσαι ὅμως δυνάμενοι, μήτε διαθήκην τινὰ ποιῆσαι. Οἱ μὲν κοιμηθέντες ἀφ’ ἑσπέρας ὑγιεῖς, οὐκ ἔφθασαν τὸ πρωΐ˙ οἱ δὲ ἐπὶ τραπέζης καθήμενοι, ἐν αὐτῇ ἐξεψύχησαν. Ἄλλοι δὲ ἐν ὁδῷ περιπατοῦντες, εὐθέως ἀπέθανον˙ ἕτεροι εἰς λουτρὸν εὑρισκόμενοι τὸ αὐτὸ λουτρὸν ἔσχον ἐντάφιον˙ ἄλλοι δὲ εἰς τὸ νυμφοστόλιον ὄντες, ἔξαφνα ἡρπάγησαν, καὶ τὰ αὐτὰ ἐνδύματα εἶχαν ἐπιγάμια καὶ ἐντάφια˙ καὶ διεδέχθησαν τοὺς παιγνιώτας οἱ θρηνοῦντες, καὶ τοὺς χορευτὰς οἱ πενθοῦντες. Καὶ ταῦτα πάντα οἴδαμεν, καὶ γινώσκομεν˙ τὸ δὲ δεινότερον τοῦτό ἐστιν, ὅτι θεληματικῶς μας, καὶ ἐν γνώσει ἁμαρτάνομεν, καὶ πλανώμεθα˙ διὰ τὸ ὁποῖον οὐδὲ μίαν ἀγάπην, καὶ συγχώρησιν παρὰ Θεοῦ ἔχομεν, ὅτι οὐχὶ ἐν ἀγνωσίᾳ, ἀλλὰ ἐν γνώσει πλανώμεθα, ἀκούοντες τῶν Θείων Γραφῶν ἐπαινούντων τὰ γινόμενα, καὶ οὐ ποιοῦμεν αὐτά. Λοιπόν, παρακαλῶ, μὴ μόνον ἀκροαταὶ τῆς διδαχῆς γενώμεθα, ἀλλὰ  καὶ ποιηταί. Εἴτις οὖν μετὰ τὴν ἀκρόασιν τῶν λεγομένων, συνήθειαν πονηρὰν πορνείας ἔχων, τὴν ἀπέῤῥιψεν, οὗτος ὄντως καλὸς ἀκροατής. Εἴ τις κατανυγεὶς εἰς τοὺς λόγους τούτους, καὶ ἐλεήμων, καὶ εὐμετάδοτος γένηται, οὗτος καλὸς ἀκροατής˙ ἂς κάμωμεν καὶ ἡμεῖς οὕτως, ἵνα μὴ εἰς κρῖμα ἡμῶν γένηται ἡ ἀνάγνωσις αὕτη, ὅτι ἀκούομεν καὶ δὲν ποιοῦμεν. Ἐὰν γὰρ ὁ θάνατος τοῦ Ἀδελφοῦ σου δὲν σὲ σωφρονίσῃ, οὐδεὶς δύναται να σὲ σωφρονίσῃ˙ ἐὰν μὴ νεκρὸν βλέπων μετανοήσῃς, πότε λοιπὸν ἐπιστρέψεις; καὶ ἐὰν μὴ ἐπὶ τοῖς νῦν λεγομένοις κατανυγῇς, οὐδέποτε τῆς ἁμαρτίας ἀποχωρισθῇς. Ταύτην, Ἀγαπητοί, τὴν τῶν θείων λογίων τράπεζαν οἱ προαπελθόντες πρὸς Χριστὸν Ἀδελφοὶ ἡμῶν παρέθηκαν. Ταῦτα τὰ ζωοποιὰ φαγητὰ ἡμῖν ἡτοίμασαν. Τοῦτον ἡμῖν τὸν οἶνον ἐκέρασαν. Ταύτην ἡμῖν τὴν ἐφροσύνην, καὶ τὴν σωτηρίαν ἐχαρίσαντο, ὅπως, ταῦτα μελετῶντες ἐν νυκτί, καὶ ἡμέρᾳ, καὶ ὥρᾳ, ἐν Ἐκκλησίαις, καὶ ἐν ἀγοραῖς, ἐν οἴκοις, καὶ ἐπὶ τραπέζης, ἐν κλίναις, ἐν λουτροῖς, καὶ ἐν φυλακαῖς, ἐν συμποσίοις, καὶ ἐν συνεδρίοις, δυνηθῶμεν τῆς πονηρᾶς ἀμελείας ἀποχωρισθῆναι, καὶ τὰς ψυχὰς ἡμῶν ἐπιστρέψαι πρὸς μετάνοιαν, καὶ κἂν ἀπὸ τοῦ νῦν ἀποχωρισθῆναι τῶν ἁμαρτιῶν ἡμῶν, καὶ τῷ Δεσπότῃ παρακαλέσαι, ἵνα τῆς τῶν οὐρανῶν Βασιλείας τύχωμεν, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ˙ ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Στοιχειοθεσία : «ΧΡΙΣΤΙΑΝΙΚΗ ΒΙΒΛΙΟΓΡΑΦΙΑ»

0 comments:

Δημοσίευση σχολίου

 
Top