«δένδρον εἴη πάντως κακὸν τοῦ πασχαλίου αὕτη ἡ λεγομέ­νη διόρθωσις·.... τὰ τοῦ πασχαλίου δὲ παραχαράττειν, μυρίων κακῶν γέγονεν αἴτιον. Ἐκκλησίαις μὲν γὰρ ἤνεγκε ζάλην καὶ ταραχήν, Ἐθνῶν δὲ χλεύην, αἰσχύνην Πατέρων, παίδων ἀνατροπὴν καὶ πλάνην, ὕστατόν τε στάσιν, καὶ πρὸς ἰουδαϊσμὸν, ὅτι πλείστην ἐγγύτατα· Τοσούτων ἐνθάδε σκαν­δά­λων αὐτοὶ γενόμενοι αἴτιοι καὶ αὐτουργοί; Πῶς ποτὲ πλησιά­σετε τοῖς πατράσιν ἐκείνοις, ὧν πάλαι ἀνατρέψαντες τὰ δόγ­ματα, νῦν καὶ κατὰ τῶν παραδόσεων χωρεῖτε οὕτως ἀνέδην; Ἀλλά, φησίν, οὐ περὶ πίστεως τουτὶ τὸ ἐγχεί­ρημα; Καὶ λοιπὸν ἀκίνδυνος ὁ νεωτερισμός; Ὦ βαρυκάρδιοι παῖ­δες ἀνθρώπων, εἰ μηδὲν πρόσεστι βλάβος τῷ νεωτερισμῷ, οὕτω τῷ ἀδιαφόρως πεφυκότι, οὐδ’ ὄφελός γε πάντῃ που προσέσται. Καὶ λοιπὸν τί σοι χρεία νεωτερισμῶν; Οὐδὲ γὰρ μικρά· κατὰ Βασίλειον, ὅταν βλά­βην εἰσφέρῃ μεγάλην. Ἀλλ’ οὐδὲ μικρόν σοι τὸ ταράττειν τὴν Ἐκκλησίαν καὶ ἀνακυκᾷν, κατεπαίρεσθαι πατέρων, προ­σταγ­μάτων θείων ὑπερορᾷν. Θεὸς γὰρ ἐστὶν ὁ ἐπιτάττων «Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου».
Ἀλλ᾿ ἐροῦσιν ἴσως ὅτι καὶ παρ’ ἰουδαίοις οὐκ ἔτι τὸ ἀκριβέστερον τηρεῖται τὰ ἀστρολογικά, καὶ δὴ ἀδιορθώτως περιφέρεται αὐτοῖς τὰ τοῦ Πάσχα.
Ἐγὼ γὰρ λέγω ὡς ἐν τούτῳ ἐστὶ τὸ θαῦμα· ὅτι καὶ ἀδιορ­θώτως ἐχόντων τῶν ἰουδαίων, ἡμεῖς, κατὰ τὸ κανόνιον ἐκεῖνο τὸ πατερικόν, τὸ πάλαι γνωστόν, ἀπαραλλάκτως φυλάττομεν τὴν τῶν ἀποστόλων διαταγήν. Διὰ τοῦτο γὰρ καὶ κρατοῦμεν, καὶ κρατύνομεν κατέχοντες τὰς πατρικὰς παραδόσεις, κατὰ τὸν ἀπόστολον, ὡς ἱεροὺς καὶ ἀσύλους θησαυρούς.
Τίς ἂν τολμήσειε κανόνιον ἄλλο, οἶόν μῆλον ἄλλο ἔριδος τα­ράξαι τὴν Ἐκκλησίαν, ἐπισκανδαλίσαι τοὺς τῶν ἐθνῶν, ὄνειδος προστρίψαι τοῖς πατράσι, τηλικούτων καὶ τοσούτων κακῶν ὑπαί­τιον ἑαυτὸν καταστῆσαι καὶ ὑπόδικον τῇ φοβερᾷ τοῦ Θεοῦ δι­καιοκρισίᾳ,  οὐδὲ ἑνός τινος τῶν ἐλαχίστων τὸ σκάνδαλον παρο­ρῶντος, ἀγγελικαῖς δὲ ἐπιστασίαις καὶ χαλεπῇ ἐκδικήσει καθ­υπο­τάξαντος
Τοῖς τῶν Πατέρων οὖν ἐφησυχάσωμεν ὅροις μαρτυρουμένοις καὶ θεοσημείαις τοῦ Σωτήρος ἡμῶν. Ὧ σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ καὶ προσκύνησις· νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.».  


 

ΑΠΟΣΠΑΣΜΑΤΑ ΑΠΟ ΤΟΝ ΑΛΕΞΑΝΔΡΙΝΟ ΤΟΜΟ ΠΡΩΤΟΣΥΓΓΕΛΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΜΕΛΕΤΙΟΥ ΠΡΟΣ ΤΟΝ ΠΑΤΡΙΑΡΧΗ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΣΙΛΒΕΣΤΡΟ (1583)


ΠΗΓΗ: ΝΙΚΟΛΑΟΥ ΜΑΝΝΗ ''ΔΙΠΛΟΥΣ ΠΕΛΕΚΥΣ ΚΑΤΑ ΤΟΥ ΓΡΗΓΟΡΙΑΝΟΥ ΗΜΕΡΟΛΟΓΙΟΥ'', ΑΘΗΝΑ 2015



ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ


















0 comments:

Δημοσίευση σχολίου

 
Top